[ ]
Rhodos Isl. — Kamiros — after ca. 182 BC
| {²corona}² | |
| 1 | ἔδοξε μαστροῖς καὶ Καμιρεῦσι, Ναύφιλος Μενε- |
| κράτευς Πλάριος εἶπε· ἐπειδὴ Φιλοκράτης Φιλο- | |
| στεφάνου Πλάριος ἔν τε τοῖς ἄλλοις ἀνὴρ ἀγα- | |
| θὸς ὢν διετέλει περὶ τὸ πλῆθος τὸ Καμιρ̣[έω]ν λέ̣- | |
| 5 | γων καὶ πράσσων πάντα τὰ συμφέροντ̣α, γενόμε- |
| νός τε ἰεροποιὸς καὶ ἀγωνοθέτας καὶ γραμματεὺς | |
| μαστρῶν καὶ ἐπιστάτας, ἔν τε τᾶι ἰεροποΐαι καλῶς καὶ | |
| φιλοδόξως ἀνεστράφη καὶ ἐν ταῖς ἀρχαῖς συμφε- | |
| ρόντως Καμιρεῦσι, τῶν τε χρηματισμῶν τῶν ἐν | |
| 10 | τοῖς προχείροις διαφωνούντων ἐξ ἐτέων ἑβδο- |
| μήκοντα καὶ ἑπτὰ ἐπεμελήθη ὅπως, λυθεισᾶν τᾶν | |
| κιβωτῶν, πάντες οἱ ἀπό<λ>ογοι ἀναγραφῶντι, ἐξ οὗ συν- | |
| ά̣ντασε Καμιρεῦσι τούς τε αἱρουμένους ἐπὶ τὰς κο[ι]- | |
| νὰς πράξεις ὑπ’ αὐτῶν εὐχερῆ ποιεῖσθαι τὰν ἐπί- | |
| 15 | σκεψιν περὶ ὧν κα χρήζωντι, ἐμ μηθενὶ καθυστε- |
| ροῦντας, καὶ πλείονα χώραν ἀμφισβατηθεῖσαν | |
| ὑπό τινων ἀνακτήσασθαι, εὑρεθέντων τῶν περὶ | |
| αὐτᾶς χρηματισμῶν, καὶ διάφορον ἰκανὸν πετεῖν | |
| πραθέντων τῶν καρπῶν καὶ τᾶς χώρας· πεπτωκό- | |
| 20 | των τε τῶν τειχέων διὰ τὸν γενόμενον σεισμὸν |
| ἐπ’ ἰερέως Θευφάνευς, καὶ ἀνωχύρου ὄντος τοῦ πε- | |
| ριπολίου, προενοίησε τᾶς τειχοποΐας ὅπως ἐπὶ πέ- | |
| ρας συντελεσθῇ, καὶ παραίτιος ἐγένετο τοῦ ἐμ φυ- | |
| λακᾶι καὶ ἀσφαλείαι γενέσθαι τὸ περιπόλιον, κατανοή- | |
| 25 | σας τε Καμιρεῖς ἰκανὰ χρήματα δαπανοῦντας καθ’ ἕκασ- |
| τον ἐνιαυτὸν εἰς τὰν τῶν πύργων καὶ τῶν τειχέων | |
| ἐπισκευὰν εἰσαγήσατο ὅπως πωλητὰ τὰ ἔργα γίν[η]- | |
| ται τᾶς ἐπιμελείας αὐτῶν, οὗ γενομένου συνέβα | |
| Καμιρεῖς τε μεγάλων ἀπολυθήμειν ἀναλωμάτων | |
| 30 | καὶ τοὺς πύργους καὶ τὰ τείχη ἐν ἐπιμελείαι γίνε- |
| σθαι, τά τε συντελεύμενα ἔργα διὰ τὰν πολυχειρίαν | |
| θεωρῶν ἐπὶ πλεῖον ἑλκόμενα διὰ τὸ μὴ ποτιγράφε- | |
| σθαι χρόνον τοῖς ἔργοις ἐν ὧι συντελεσοῦντι, προ- | |
| ενοίησε ὅπως τοῖς αἱρουμένοις ἐπὶ τᾶς πολυχειρί- | |
| 35 | ας χρόνος ποτιγράφηται καὶ κατὰ καιρὸν ἕκαστα συν- |
| τελῆται τῶν ἔργων· γενομένων τε ἀδικημάτων περὶ | |
| τὰ ὅρια τὰ κοινὰ Καμιρέων καὶ Λινδίων, προέστα ὅπως | |
| οἱ ταῦτα συντελεσάμενοι εἰς κρίσιν κατασταθῶντι | |
| καὶ διαμένῃ ἁ κοινὰ χώρα Καμιρεῦσι καὶ Λινδίοις καθ’ ὃ | |
| 40 | καὶ ἐξ ἀρχᾶς ὑπᾶρχε· χειροτονηθείς τε δαμιουργός, |
| τά τε κατὰ τὰν δαμιουργίαν καλῶς καὶ φιλοδόξως δι- | |
| εξάγαγε, καὶ στεφανωθεὶς χρυσέωι στεφάνωι ὑπὸ | |
| τῶν ἰεροποιῶν καὶ τοῦ ἀρχιεριστᾶ, πρᾶτος ἐν τῷ μα- | |
| στρείωι τὰν ἀνάθεσιν τοῦ στεφάνου ἐποιήσατο, | |
| 45 | κρίνων ἐμ παντὶ καιρῶι ἀπόδειξιν ποιεῖσθαι τᾶς |
| εἰς τὰ κοινὰ φιλοδοξίας, ἔν τε τοῖς ἄλλοις πᾶσι ἐκτε- | |
| νῆ καὶ πρόθυμον αὑτὸν παρείχετο, εἰς πάντα τὰ χρή- | |
| σιμα καὶ συμφέροντα Καμιρεῦσι αὑτὸν ἐπιδιδούς· | |
| ὅπως οὖν καὶ Καμιρεῖς φαίνωνται τῶν ἀγαθῶν ἀν- | |
| 50 | δρῶν καὶ μεταλλαξάντων μναμονεύοντες καὶ τι- |
| μοῦντες ἑκάστους ἀξίως τῶν εὐεργετημάτων, | |
| δεδόχθαι τοῖς μαστροῖς καὶ Καμιρεῦσι· ἐπαινέσαι Φι- | |
| λοκράτη Φιλοστεφάνου Πλάριον καὶ στεφανῶσαι | |
| [θ]αλλοῦ στεφάνωι· ὁ δὲ ἀγωνοθέτας ὁ αἱρεθεὶς εἰς τὸν | |
| 55 | [ἐπιόν]τα ἐ[ν]ιαυτὸν ἀναγορευσάτω ἐν τῶι ἀγῶνι τῶν |
| [Πα]ναθηναίων τ[ὸ] κάρυγμα τόδε· τὸ κοινὸν τὸ Καμιρέων | |
| [ἐπ]α̣ινεῖ καὶ στεφαν̣[ο]ῖ̣ Φιλοκράτην Φιλοστεφάνου θαλ- | |
| [λοῦ] στεφάν<ωι> ἀρετ̣ᾶ̣[ς ἕ]νεκα καὶ εὐνοίας ἃν ἔχων δι- | |
| [ετ]έ̣λ̣ει εἰς τὸ πλῆθος τὸ Κα[μ]ιρέων· ὅπως δὲ καὶ ἀναγρα- | |
| 60 | [φῆι] τὸ ψάφισμα τόδε εἰς στά[λαν] λ̣ίθου λαρτίου, τοὶ ἐπι- |
| [στ]ά̣ται τοὶ ἐν ἀρχᾶι ἐόντες προβαλλό̣[ν]των ἄνδρα, ὁ δὲ αἱ̣- | |
| [ρε]θεὶς πριάσθω στάλαν καὶ ἀναγραψ[άτω εἰ]ς αὐτὰ̣[ν τὸ] | |
| ψάφισμα τόδε· τοὶ δὲ ἰεροταμίαι τελεσάντω [τῶι αἱρε]- | |
| [θ]έντι ἀνδρὶ εἰς ταῦτα μὴ πλεῖον δραχμᾶν τριάκοντ̣[α], | |
| 65 | τόπον δὲ ἐν ὧι σταθησεῖ ἁ στάλα ἀποδειξάντω τοὶ ἐ- |
| πιστάται, τὸν δὲ ἀποδειχθέντα ποτιγραψάντω ποτὶ τό- | |
| [δ]ε τὸ ψάφισμα. καὶ αἱρέθη ἐπὶ τὰν ὠνὰν τᾶς [σ]τ̣άλας | |
| καὶ τὰν ἀναγραφὰν Φιλοκράτης Μενεκράτευς Π̣λάριος, τό- | |
| πος ἀπεδείχθη ἐν ὧι σταθησεῖ ἁ στάλα ὅς ἐστιν ἐν ἀριστε- | |
| 70 | ρᾷ τᾶς στάλας εἰς ἃν ἀναγράφονται τοὶ ἀρχιερισταί. |