[ ]
Rhodos Isl. — Kamiros — shortly after 325 BC — IG XII,1 694 — cf. Tit. Cam. Supp. 237, 109
| 1 | ἔδοξε Καμιρεῦσι· τὰς κτοίνας τὰς Καμιρέων τὰς |
| ἐν τᾶι νάσωι καὶ τὰς ἐν τᾶι ἀπείρωι ἀναγράψαι πάσας | |
| καὶ ἐχθέμειν ἐς τὸ ἰερὸν τᾶς Ἀθαναίας ἐστάλαι | |
| λιθίναι χωρὶς Χαλκῆς· ἐξήμειν δὲ καὶ Χαλκήταις | |
| 5 | ἀναγραφήμειν, αἴ κα χρήιζωντι· ἑλέσθαι δὲ ἄνδρας |
| τρεῖς αὐτίκα μάλα, οἵτινες ἐπιμεληθησεῦντι ταύ- | |
| τας τᾶς πράξιος ὡς τάχιστα καὶ ἀποδωσεῦντ<α>ι | |
| τῶι χρήιζοντι ἐλαχίστου παρασχεῖν τὰν στάλαν | |
| καὶ τὰς κτοίνας ἀναγράψαι καὶ ἐγκολάψαι ἐν τᾶι στά- | |
| 10 | λαι καὶ στᾶσαι ἐν τῶι ἰερῶι τᾶς Ἀθάνας καὶ περιβολιβῶ- |
| σαι ὡς ἔχηι ὡς ἰσχυρότατα καὶ κάλλιστα· τὰ δὲ τε- | |
| λεύμενα ἐς ταῦτα πάντα τὸν ταμίαν παρέχειν. | |
| ἐγ δὲ ταυτᾶν τᾶν κτοινᾶν ἀποδεικνύειν τοὺς | |
| κτοινάτας μαστρὸν ἐν τῶι ἰερῶι τῶι ἁγιωτάτωι | |
| 15 | ἐν τᾶι κτοίναι κατὰ τὸν νόμον τὸν τῶν Ῥοδίων. |
| τοῦτοι δὲ συνλεγέσθων ἐν Καμίρωι εἰς τὸ | |
| ἰερὸν τᾶς Ἀθαναίας, ὅκκα τοὶ ἰεροποιοὶ παραγγέ̣λ̣- | |
| [λ]ωντι, καὶ ἀθρεόντω τὰ ἰερὰ τὰ Καμιρέων [τὰ δα]- | |
| [μο]τελῆ πάντα, αἴ τι̣ [— — — — — — — — — — — —] | |
| 20 | [— — — — — — — — — — — — — — — — — — — —] |