[ ]
Rhodos Isl. — Kamiros — 3rd c. BC
1 | [— — — — — — — — — — — δεδόχθαι] |
Καμ̣ι̣ρ̣ε̣ῦ̣σι στεφανῶσαι καὶ [ἐπαινέ]- | |
σαι Παναίτιον Σίμου Κυμισαλῆ· δό̣[ν]- | |
τος δὲ τοῦ δάμου, ὁ ἀγωνοθέτας στε- | |
5 | φανωσάτω αὐτὸν καὶ ἀναγορευσά- |
τω Διονυσίοις ἐν τῶι ἀγῶνι τῶν κυκλί- | |
ων τᾶι πράται̣ ἁ̣μ̣έ̣ρ̣α̣ι̣ ὅτι Καμιρέων | |
τὸ κοινὸν ἐπαινεῖ καὶ στεφανοῖ Παναί- | |
τιον Σίμου, λέγων τὰς πράξεις ἐφ’ αἷς | |
10 | αἰτεῦντα̣ι̣ Καμιρεῖς στεφανῶσαι αὐ- |
τὸν τὰς̣ ἐ̣ν̣ τ̣ῶ̣ι̣δε τῶι ψαφίσματι γε- | |
γραμμένας· στεφανωσάτω δὲ αὐτὸν | |
καὶ ὁ δαμιοργὸς ὅς κα γένηται μετὰ | |
Σῖμον ἐν Καμίρωι Παναθηναίοις ἐν | |
15 | τῶι ἀγῶνι τῶι γυμνικῶι καὶ ἀναγο- |
ρευσάτω κ̣α̣θ̣ά̣π̣ε̣ρ τὸν ἀγωνοθέταν | |
γέγραπται, τ̣ὸ̣ν̣ δ̣ὲ στέφανον ἀνα- | |
θέτω ἐς τὸ ἰερὸν τᾶς Ἀθάνας. | |
αἱρέθεν [— — —] Ἀριστοκράτης | |
20 | Ἀριστοτέλευς, Σωκλῆς Κλεωνύμου, |
Ἀρίστανδρος Σίμου, Ῥοδοκλῆς Θεστία, | |
Εὔθεμις Χαριδάμου. |