[ ]
Rhodos Isl. — Kamiros — 3rd c. BC
| 1 | [— — — — — — — — — — — δεδόχθαι] |
| Καμ̣ι̣ρ̣ε̣ῦ̣σι στεφανῶσαι καὶ [ἐπαινέ]- | |
| σαι Παναίτιον Σίμου Κυμισαλῆ· δό̣[ν]- | |
| τος δὲ τοῦ δάμου, ὁ ἀγωνοθέτας στε- | |
| 5 | φανωσάτω αὐτὸν καὶ ἀναγορευσά- |
| τω Διονυσίοις ἐν τῶι ἀγῶνι τῶν κυκλί- | |
| ων τᾶι πράται̣ ἁ̣μ̣έ̣ρ̣α̣ι̣ ὅτι Καμιρέων | |
| τὸ κοινὸν ἐπαινεῖ καὶ στεφανοῖ Παναί- | |
| τιον Σίμου, λέγων τὰς πράξεις ἐφ’ αἷς | |
| 10 | αἰτεῦντα̣ι̣ Καμιρεῖς στεφανῶσαι αὐ- |
| τὸν τὰς̣ ἐ̣ν̣ τ̣ῶ̣ι̣δε τῶι ψαφίσματι γε- | |
| γραμμένας· στεφανωσάτω δὲ αὐτὸν | |
| καὶ ὁ δαμιοργὸς ὅς κα γένηται μετὰ | |
| Σῖμον ἐν Καμίρωι Παναθηναίοις ἐν | |
| 15 | τῶι ἀγῶνι τῶι γυμνικῶι καὶ ἀναγο- |
| ρευσάτω κ̣α̣θ̣ά̣π̣ε̣ρ τὸν ἀγωνοθέταν | |
| γέγραπται, τ̣ὸ̣ν̣ δ̣ὲ στέφανον ἀνα- | |
| θέτω ἐς τὸ ἰερὸν τᾶς Ἀθάνας. | |
| αἱρέθεν [— — —] Ἀριστοκράτης | |
| 20 | Ἀριστοτέλευς, Σωκλῆς Κλεωνύμου, |
| Ἀρίστανδρος Σίμου, Ῥοδοκλῆς Θεστία, | |
| Εὔθεμις Χαριδάμου. |