[ ] Rhodos Isl. — Kamiros — undated — Clara Rhodos 6/7 (1932/1933) 429, 49 — cf. Tit. Cam. Supp. 235, 86
1          Καμιρεῖς ἐτίμασαν
       Σύλλαν Σύλλα Κασαρῆ
              ἐπαίνωι
         χρυσέωι στεφάνωι
5 ἑστάκαντι δὲ αὐτοῦ καὶ ἰκόνα χαλκέαν
 δεδώικαντι {²⁶δεδώκαντι}²⁶ δὲ αὐτῶι καὶ ἀναγόρευσιν
τᾶνδε τᾶν τιμᾶν εἰς τὸν ἀεὶ χρόνον καὶ
      προεδρίαν ἐν τοῖς ἀγῶισι {²⁶ἀγῶσι}²⁶
        οὓς τίθεντι Καμιρεῖς
10      καὶ σ̣[ίτ]ησιν ἐν ἰεροθυτείωι
  ἀρετᾶς [ἕ]νεκα καὶ εὐνοίας ἃν ἔχων
διατελεῖ εἰ̣[ς] τὸ πλῆθος τὸ Καμιρέων
       καὶ τὸν σύνπαντα δᾶμον
                θεοῖς.
Search Help
Contact Us