[ ]
Rhodos Isl. — Kamiros — after ca. 167 BC — ASAA 17-18 (1939-40) 148, 3 — cf. Tit. Cam. Supp. 235, 84
| 1 | Ἀριστομβροτίδας Ἀριστομβροτ̣[ίδα]. |
| Κριτόβουλος Ἀριστομβροτίδα ὑπὲρ τοῦ ἀ̣δ̣[ελφοῦ] | |
| Ἀριστομβροτίδας καὶ Ναύσιππος Κριτοβούλου ὑπὲρ τοῦ [θία] | |
| Δαμαινέτα Κριτοβούλου ὑπὲρ τοῦ ἀνδρὸς | |
| 5 | ἰερατεύσαντος Ἀθάνας Πολιάδος καὶ Διὸς Πολιέως |
| καὶ δαμιουργήσαντος | |
| καὶ τιμαθέντος καὶ στεφανωθέντος | |
| ὑπὸ Καμιρέων χρυσέωι στεφάνωι | |
| καὶ στεφανωθέντος χρυσέοις στεφάνοις | |
| 10 | ὑπὸ Ἀσκλαπιαστᾶν τῶν ἐν Καμίρωι |
| καὶ στεφανωθέντος χρυσέωι στεφάνωι | |
| ὑπὸ Ἑρμαιστᾶν τῶν ἐν Καμίρωι | |
| καὶ στεφανωθέντος χρυσέωι στεφάνωι | |
| ὑπὸ Σαραπιαστᾶν τῶν ἐν Καμίρωι | |
| 15 | καὶ στεφανωθέντος χρυσέωι στεφάνωι |
| ὑπὸ Κουραιστᾶν τῶν ἐν Κυτήλωι | |
| καὶ στεφανωθέντος χρυσέωι στεφάνωι | |
| ὑπὸ Τρικτοίνων τῶν ἐν Λέλωι | |
| θεοῖς. | |
| 20 | Πυθόκριτος καὶ Ἀσ<κ>ληπιόδωρος Ζήνωνος Ῥόδιοι ἐποίησαν. |