[ ]
Rhodos Isl. — Rhodos — after ca. 78 BC — Anekdotes Epigraphes Rodou II (1989) 164, 73
| 1 | [Εὐπόλεμον Εὐπολέμου] |
| [το]ῦ Τιμοκράτευς | |
| καθ’ ὑοθεσίαν δὲ Τιμοκράτευς | |
| Κλεύθεμις Κλευξένου | |
| 5 | ταμιεύσαντα κατὰ Ἁλίεια καὶ |
| στραταγήσαντα κατὰ πόλεμον v καὶ | |
| πρυτανεύσαντα v καὶ v προφατεύσαντα | |
| καὶ ἰερατεύσαντα Ἀθάνας Λινδίας καὶ | |
| Δ̣ιὸς Πολιέως | |
| 10 | καὶ ἰερατεύσαντα Ἀρτάμιτος Κεκοίας |
| καὶ τιμαθέντα ὑπὸ Λινδίων χρυσέωι στεφάνωι | |
| καὶ εἰκόνι χαλκέαι καὶ στεφαναφορίαι ἐν ταῖς | |
| παναγύρεσι, ἅς κα ζῶι, καὶ ἀναγορεύσει | |
| τᾶν τιμᾶν εἰς τὸν ἀεὶ χρόνον καὶ | |
| 15 | φυλαρχήσαντα κα[ὶ νι]κάσαντα Ποσειδάνια |
| καὶ v Ἁλίεια vvv καὶ | |
| χοραγήσαντα τραγωιδοῖς καὶ νικάσαντα | |
| Ἀλεξάνδρεια καὶ Διονύσια v καὶ | |
| χοραγήσαντα πυρρίχαι καὶ νικάσαντα v καὶ | |
| 20 | γενόμενον ἐπὶ τᾶς ἐπιμελείας τῶν ἵππων |
| καὶ τριηραρχήσαντα v δὶς | |
| εὐνοίας ἕνεκα καὶ εὐεργεσίας | |
| τᾶς εἰς αὑτὸν | |
| θεοῖς. |