[ ]
Rhodos Isl. — Rhodos — 1st c. BC — V. Kontorini, Rhodiaka I (1983) 43, 3
1 | ἱερεὺς |
θεῶν Σαμοθρᾴκων | |
Διοπείθης | |
Ἀριστωνίδα Χαλκήτας | |
5 | Ἅλεια καὶ τριητηρίδα καὶ |
ἱερατεύσας vac. Ἀφρ̣[ο]δίτας | |
Ῥωμαῖα vac. καὶ τ̣ρ̣ι̣η̣τ̣η̣ρ̣ὶς | |
καὶ γ̣ε̣ν̣ό̣με̣ν̣ο̣ς̣ | |
ἐπιμελητὰς τοῦ ἱεροῦ | |
10 | τῶν θ̣εῶν τῶν Σαμ̣ο̣θ̣ρ̣ᾴκων |
καὶ πρυτανεύσας καὶ Ἅλεια | |
καὶ στεφ̣ανωθέντα | |
ὑπὸ πρυτάνεων καὶ βουλᾶς | |
γραμμ<α>τέων συναρχόντων | |
15 | κοινοῦ χρυσέῳ̣ σ̣τεφάνωι |
καὶ ὑπὸ στρα[τ]α̣γῶν | |
συναρχόντων κοι̣ν̣οῦ | |
χρυσέῳ στεφάνωι καὶ | |
ὑπὸ ταμιᾶν συν̣α̣[ρ]χ̣όντων | |
20 | κοινοῦ χρυσέωι στεφάνωι |
ἀρετᾶς ἕνεκα καὶ | |
εὐνοίας, ἃν ἔχων | |
διατελεῖ εἰς αὐτούς· καὶ | |
σ̣τε̣φανωιθέντα ὑπὸ | |
25 | Πτολεμ̣α̣ιέω̣ν τᾶς ἱερᾶς |
καὶ ἀσύλου καὶ αὐτο̣νόμου | |
χρυσέω̣ι̣ στεφάνωι καὶ | |
λαβ̣ὼν πολιτείαν | |
παρὰ τᾶς πό̣λιος αὐτῶν· | |
30 | καὶ διασώσας τριήρη |
τῶν κατὰ Λιβ̣ύαν τόπων· | |
θεο̣ῖς τοῖς ἐν Σαμοθ̣ρ̣ᾴκᾳ | |
vacat | |
33 | χαριστήριον. |