[ ] Rhodos Isl. — Rhodos — 1st c. BC — V. Kontorini, Rhodiaka I (1983) 43, 3
1      ἱερεὺς
θεῶν Σαμοθρᾴκων
   Διοπείθης
Ἀριστωνίδα Χαλκήτας
5 Ἅλεια καὶ τριητηρίδα καὶ
ἱερατεύσας vac. Ἀφρ̣[ο]δίτας
Ῥωμαῖα vac. καὶ τ̣ρ̣ι̣η̣τ̣η̣ρ̣ὶς
   καὶ γ̣ε̣ν̣ό̣με̣ν̣ο̣ς̣
ἐπιμελητὰς τοῦ ἱεροῦ
10 τῶν θ̣εῶν τῶν Σαμ̣ο̣θ̣ρ̣ᾴκων
καὶ πρυτανεύσας καὶ Ἅλεια
  καὶ στεφ̣ανωθέντα
ὑπὸ πρυτάνεων καὶ βουλᾶς
γραμμ<α>τέων συναρχόντων
15 κοινοῦ χρυσέῳ̣ σ̣τεφάνωι
   καὶ ὑπὸ στρα[τ]α̣γῶν
συναρχόντων κοι̣ν̣οῦ
χρυσέῳ στεφάνωι καὶ
ὑπὸ ταμιᾶν συν̣α̣[ρ]χ̣όντων
20 κοινοῦ χρυσέωι στεφάνωι
    ἀρετᾶς ἕνεκα καὶ
    εὐνοίας, ἃν ἔχων
διατελεῖ εἰς αὐτούς· καὶ
σ̣τε̣φανωιθέντα ὑπὸ
25 Πτολεμ̣α̣ιέω̣ν τᾶς ἱερᾶς
καὶ ἀσύλου καὶ αὐτο̣νόμου
χρυσέω̣ι̣ στεφάνωι καὶ
λαβ̣ὼν πολιτείαν
παρὰ τᾶς πό̣λιος αὐτῶν·
30 καὶ διασώσας τριήρη
τῶν κατὰ Λιβ̣ύαν τόπων·
θεο̣ῖς τοῖς ἐν Σαμοθ̣ρ̣ᾴκᾳ
        vacat
33     χαριστήριον.
Search Help
Contact Us