[ ]
Rhodos Isl. — Lindos — ca. 225 AD
| 1 | [κα]θαρ̣ο[ὺ]ς̣ π̣[αρίναι κατὰ ὑποκείμενα]· |
| [π]εριραντηρίων εἴσω καὶ τῶν τοῦ ναοῦ [πυλῶν] | |
| [ἴ]ναι ὅσιον φειδομένους ὁράσεως τέκνων βδ̣․․․· | |
| [ἀ]πὸ παντὸς ἐναγοῦς, ἀνάγνου, ἀθέσμου, μὴ τὸ [σῶ]- | |
| 5 | μα μόνον ἀλλὰ καὶ τὴν ψυχὴν κεκαθαρμένου[ς]· |
| [ὅ]πλα ἀρήια μὴ φέροντας· | |
| αἰσθῆτας καθαρὰς ἔχοντας χωρὶς ἐπικρανίων· | |
| ἀνυποδέτους ἢ ἐν λευκοῖς μὴ αἰγείοις ὑποδήμασι· | |
| μηδέ τι αἴγιον ἔχοντας· | |
| 10 | μηδὲ ἐν ζώναις ἅμματα· |
| [ἀ]πὸ φθορᾶς γυναικὸς ἢ κυνὸς ἢ ὄνου ἡμε(ρῶν) μ[αʹ]· | |
| [ἀπὸ] διακορεύσεως μαʹ· | |
| [ἀπ]ὸ κήδους οἰκίου μαʹ· | |
| [ἀπὸ λ]ο̣ύσεως κήδους ζ· ἀπὸ ἰσόδου γ· | |
| 15 | [ἀπ]ὸ λέχους γ· λεχὼ καʹ· |
| [ἀ]πὸ ․․ατ․․․․․ γ̣υνὴ σμησαμένη· | |
| ἀπὸ [συ]νο[υ]σί[ας] λουσάμενος ἢ ἁγνισάμ[ενος]· | |
| ἀπὸ κο[ι]νῆ[ς] ἡμε(ρῶν) α· | |
| ἀπὸ τῶν παρανόμων οὐδέποτε καθαρός· | |
| 20 | ἰερεῖς, μολποί, μουσικοί, ὑμνῳδοί, ὑπηρέται, ἀπ[ὸ] |
| τῶν ἀκουσίων πάντοτε καθαροί, τῷ ἰερῷ καθαρσίῳ | |
| χρώμενοι. | |
| τὰν ποτ’ Ὄλυμπον ἔβας ἀρεταφόρον εἴσιθι· τοιγὰρ | |
| εἰ καθαρὸς βαίνις, ὦ ξένε, θαρραλέως, | |
| 25 | εἰ δέ τι πᾶμα φέρις, τὸν ἀπάμονα κάλλιπε ναόν· |
| στείχε δ’ ὅπᾳ χρῄζις Παλλάδος ἐκ τεμένους. |