[ ]
Rhodos Isl. — Lindos — early 3rd c. AD
| 1 | Λίνδιοι καὶ οἱ μ[α]στ̣ρ̣ο[ὶ] |
| Εὐκράτην Ἀγλουδάμου | |
| τὸν ἰερέα τῆς Ἀθήνας καὶ | |
| τοῦ Διὸς τοῦ Πολιέως | |
| 5 | καὶ Ἀρτέμιδος Κεκοίας καὶ |
| Διονύσου, καὶ ἐν τῇ μεγά- | |
| λῃ πόλι πρυτανεύσαντα, | |
| ταμιεύσαντα, θεσμο- | |
| φυλακήσαντα, ἀντιτα- | |
| 10 | {τα}μιεύσαντα {²⁶ἀντιταμιεύσαντα}²⁶, ἀγορανομή- |
| σαντα, σειτωνήσαντα, ἰερα- | |
| σάμενον καὶ ἄλλας ἰερωσύ- | |
| νας καὶ τῆς ἐν Καμείρῳ Ἑσ- | |
| τίας καὶ τοῦ Διὸς τοῦ Τελείου, | |
| 15 | πολλὰς πρεσβείας καὶ συνδικίας |
| κατορθώσαντα, εὐσεβείας εἵνεκα | |
| καὶ φιλοτειμίας. | |
| θεοῖς. |