[ ]
Rhodos Isl. — Lindos — ca. 25-30 AD
a.1 | στραταγὸς |
ἐν τῷ ἄστει Μενε- | |
κράτης Παυσαν[ία στ]εφα- | |
νωθεὶς̣ ὑπὸ τᾶν βουλᾶν | |
5 | ἐ̣ννεάκις χρυσέοις <σ>τεφά- |
νοις, ἀναθε[ίσ]ας δὲ τᾶς βου- | |
λᾶς ὑπὲρ αὐτοῦ καὶ ἀνδριάν- | |
τα, καὶ στεφανωθεὶς ὑπὸ | |
τῶν δύο πληρω<μ>άτων χρυσέ- | |
10 | οις στεφάνοις, καὶ στε- |
φανωθεὶς ὑπὸ τοῦ δάμου | |
τοῦ Νεττιδᾶν χρυσέοις στεφ- | |
άνοις δυσί, ἀναθέντων δὲ | |
[ὑπ]ὲ̣ρ̣ αὐτοῦ καὶ εἰκόνα ἐν- | |
15 | [καύσταν] ἐν ὅπ[λ]ῳ̣. |
b.1 | Μενεκράτ[ης Παυσα]- |
νία τειμα[θεὶς ὑπὸ] | |
Λινδίων ε[— — — —] | |
[— — — — — — — —] |