[ ] Rhodos Isl. — Lindos — shortly bef. 65 BC
1              [Λί]νδιοι ἐτίμασαν
          Νικότιμον Τιμοκράτευς
             [το]ῦ Νικοτίμου
   [ἐπαίνωι, χρυσ]έωι στεφάνωι, εἰκόνι χαλκέα[ι]·
5      [δεδώκαντι] δὲ αὐτῶι καὶ ἀναγόρευσιν
      [τᾶνδε τᾶν τιμ]ᾶν εἰς τὸν ἀεὶ χρόνον
       [καὶ σίτησιν] ἐν ἰεροθυτείωι καὶ
      [στεφαναφορίαι] ἐν ταῖς παναγύρεσι
     [καθ’ ἕκαστον ἐνιαυτὸν] αἷς ἄγοντι Λίνδιοι
10          [καὶ τᾶν τιμᾶν] ἀναγορεύσει
      [εὐσεβείας ἕνεκα τᾶς] ποτὶ τοὺς θεοὺς
[καὶ ἀρετᾶς καὶ εὐνοί]ας ἃν ἔχων διατελεῖ
[εἴς τε Λινδίους καὶ] τὸν σύνπαντα δᾶμον.
                                          vacat
14          [Μένυ]λλος Σιδυμ̣εὺς ἐποίησε.
Search Help
Contact Us