[ ] Rhodos Isl. — Lindos — after 156 BC
1 πρὶμ μέν τοι γενέτας ἐπιβώμια θ[ύ]ματα, Παλλάς,
ὡς θέμις, εὐιέρων ἐντὸς ἔλαμψ̣[ε δ]όμων,
τρισσοὶ δ’ ἁμὲς ἔπειτα συναίμον[ες] οἷς τόδε μούνοις
ὤπασας ἃ Λίνδου σεμνὸν ἔχεις σ[κ]όπελον.
5 Βάκχου δ’ ἁβροκίτωνος {²⁶ἁβροχίτωνος}²⁶ Ἀλεξάν[δρ]ου τ’ ἐν ἀέθλοις
δισσὰ χοραγεσίας ἐκφερόμα[ν σ]τ̣έφεα
πατρὸς Πυθαγόρα Λυσίστρατος· ἄ[φθο]να δ’ ἀστοῖς
μοῦνος πανδάμου δαιτὸς ἔνε̣[ιμ]α γέρα.
στᾶσε δέ με κλεινὰ πρύτανιν Ῥό[δος] ἡδ’ ἐπὶ βουλᾶς
10 γράμμασι καὶ τιμὰν ἔσχον ἀγωνο[θετε]ῖν.
τοὔνεκα κυδαίνοι τις ἑὰν πόλιν· ο[ἶ]δ̣ε γὰρ ἐσθλοῖς
πατρὶς ἀειμνάστους ἀντινέμειν̣ χάριτας.
Search Help
Contact Us