[ ]
Rhodos Isl. — Lindos — after 156 BC
| 1 | πρὶμ μέν τοι γενέτας ἐπιβώμια θ[ύ]ματα, Παλλάς, |
| ὡς θέμις, εὐιέρων ἐντὸς ἔλαμψ̣[ε δ]όμων, | |
| τρισσοὶ δ’ ἁμὲς ἔπειτα συναίμον[ες] οἷς τόδε μούνοις | |
| ὤπασας ἃ Λίνδου σεμνὸν ἔχεις σ[κ]όπελον. | |
| 5 | Βάκχου δ’ ἁβροκίτωνος {²⁶ἁβροχίτωνος}²⁶ Ἀλεξάν[δρ]ου τ’ ἐν ἀέθλοις |
| δισσὰ χοραγεσίας ἐκφερόμα[ν σ]τ̣έφεα | |
| πατρὸς Πυθαγόρα Λυσίστρατος· ἄ[φθο]να δ’ ἀστοῖς | |
| μοῦνος πανδάμου δαιτὸς ἔνε̣[ιμ]α γέρα. | |
| στᾶσε δέ με κλεινὰ πρύτανιν Ῥό[δος] ἡδ’ ἐπὶ βουλᾶς | |
| 10 | γράμμασι καὶ τιμὰν ἔσχον ἀγωνο[θετε]ῖν. |
| τοὔνεκα κυδαίνοι τις ἑὰν πόλιν· ο[ἶ]δ̣ε γὰρ ἐσθλοῖς | |
| πατρὶς ἀειμνάστους ἀντινέμειν̣ χάριτας. |