[ ] Africa Proc. — Carthago — 2nd/3rd c. AD — CIL 8.12510
1 [ὁρκίζω σε ὅσ]τις ποτ’ οὖ[ν εἶ], νεκυδαίμων ἄωρε, κατὰ τ-
ῶν [ἑ]π<τ>ὰ <σ>υνθρόνων χθωνίου βασιλέος αχλαουμ φερφεω βαφ-
αω βεβοχ βολβεσρω τυυυφθω, ἵνα καταδήσῃς
τοὺς ἵππους τοῦ πρασίνου ὧν τὰ ὀνόματά σοι παρακατατίθημ-
5 [ι], Δαρεῖον Ἄγιλε Κουπείδινε Πουγιῶνε Πρετι-
ῶσον Προυνικὸν Δάρδανον Εἴναχον Φλόριδον Πάρδον Σερουᾶτ-
ον Φούλγιδον Οὐικτῶρε Πρωφίκιον· κατάδη-
σον αὐτοῖς τὸν δρόμον τὴν δύναμιν τὴν ψυχήν, ἄφελε α[ὐτῶν]
[τὴν νείκην, ἐ]μπόδισον αὐτοῖς τοὺς πόδας,
10 ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ
δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ ἱπ-
ποδρόμῳ μήτε τρέχειν μήτε περιπατεῖν μήτε
νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας
τῶν ἱππαφίων μηδὲ προβαίνειν τὴν ἀρίαν μηδ-
15 ὲ κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ πε-
σέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις Πρώτῳ καὶ
Φηλεῖκε καὶ Ναρκίσσῳ. ὁρκίζω γάρ σε,
δαῖμον, κατὰ τῶν ἁγίων ὀνομάτων Σαλβαθβαλ αυθ-
γερωταβαλ βασ̣ο̣θατεω αλεω σαμ[α]-
20 βητωρ, κατάδησον τοὺς ἵππους τοῦ πρασίνου ὧ-
ν τὰ ὀνόματά σοι παρακατατέθηκα,
Δαρεῖον Ἄγιλε Κουπείδινε Πουγιῶνε Πρετιῶσον Πρ-
ουνικὸν Δάρδανον Εἴναχον Φλόρ-
ιδον Πάρδον Σερουᾶτον Φούλγιδον Οὐι-
25 κτῶρε Πρωφίκιον· κατάδησ-
ον αὐτοῖς δρόμον πόδας νείκην ὁρ-
μὴν ψυχὴν ταχύτ[η]τα, ἔκκ-
οψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵν-
α μὴ δυνασθῶσιν τῇ αὔριον ἡ-
30 μέρᾳ ἐν τῷ ἱπποδρόμῳ μήτε τρέχει-
ν μήτε περιπατεῖν μηδὲ
νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶ-
νας τῶν ἱππαφίων μήτ-
ε προβαίνειν τὴν ἀρίαν μήτε τὸν σ-
35 πάτιον μηδὲ κυκλεῦ-
σαι τοὺς καμπτῆρας, ἀλλὰ πεσέ-
τωσαν σὺν τοῖς ἰδίοις
ἡνιόχοις Πρώτῳ καὶ Φηλεῖκε
καὶ Ναρκίσσῳ· κατάδη-
40 σον αὐτοῖς τὰς χεῖρας, ἄφελε
αὐτῶν τὴν νείκην τ-
ὸν ἀπόβασιν καὶ τὴν ὅρασιν ἵ-
να μὴ δυνασθῶ-
σιν βλέπειν τοὺς ἰδίους ἀν-
45 τιπάλους ἡνιο-
χοῦντες, ἀλλὰ μᾶλλον ἅρ-
πασον αὐτοὺς
ἐκ τῶν ἰδίων ἁρμάτων
καὶ στρέψον
50 ἐπὶ τὴν γῆν ἵνα πεσέ-
τωσαν ἐμ
παντὶ τόπῳ τοῦ ἱππο-
δρόμου σ-
ὺν τοῖς ἰδίοις ἵππ-
55 οις μ-
ετὰ βλάβης τοῦ
σώμα-
τος καὶ σκελ-
ῶν κ-
60 ατάγματος·
ἤδη
ἤδη ἤδη, ταχὺ
τα-
χ[ὺ] ταχέως,
65 κατάδησον.
Search Help
Contact Us