[ ]
Africa Proc. — Carthago — 2nd/3rd c. AD — cf. Add. 421,241 — CIL 8.12511 — IGRR 1.944
| 1 | {²litterae et signa magica}² |
| Σεμεσιλαμ δαματαμενευς λησθνα {⁵λησννα}⁵ | |
| λλελαμ[—]λαικαμ ερμουβελη ιακουβιαι ωερβηθ | |
| ιωπακερβηθ ηωμαλθαβηθ αλλασαν καταρα, ἐξορκί- | |
| 5 | ζω ὑμᾶς κατὰ τῶν μεγάλων ὀνομάτων ἵνα |
| καταδήσητε πᾶν μέλος καὶ πᾶν νεῦρον Βικτωρικοῦ | |
| ὃ[ν] ἔτεκεν [γ]ῆ μήτηρ παντὸς ἐνψύχου, τοῦ ἡνιόχου τοῦ | |
| βενέτου, καὶ τῶν ἵππων αὐτοῦ ὧν μέλλι ἐλαύνιν, Σεκουν- | |
| δινοῦ Ἰούβενιν καὶ Ἀτ̣βοκᾶτον καὶ Βούβαλον, καὶ Βικτωρικοῦ | |
| 10 | Πομπηϊανοῦ καὶ Βαϊανοῦ καὶ Βίκτορος καὶ Ἐξιμίου, κα- |
| ὶ τῶν Μεσσαλῶν Δομινάτορα, καὶ ὅσοι ἐὰν συνζευχθῶ- | |
| σιν αὐτοῖς· κατάδησον αὐτῶν τὰ σκέλη καὶ τὴν ὁρμὴν καὶ | |
| τὸ πήδημα καὶ τὸν δρόμον, ἀμαύρωσον αὐτῶν τὰ | |
| ὄμματα ἵνα μὴ βλέπωσιν, στρέβλωσον αὐτῶν | |
| 15 | τὴν ψυχὴν καὶ τὴν καρδίαν ἵνα μὴ [π]νέωσιν. ὡς οὗτ- |
| ος ὁ ἀλέκτωρ καταδέδεται τοῖς ποσὶ καὶ ταῖς χερσὶ {τ} καὶ τῇ | |
| κεφαλῇ, οὕτως καταδήσατ[ε] τὰ σκέλη καὶ τὰς χῖρας καὶ τὴν | |
| κεφαλὴν καὶ τὴν καρδίαν Βικτωρικοῦ τοῦ ἡνιόχου τοῦ βενέ- | |
| του ἐν τῇ αὔριν ἡμέρᾳ καὶ τοὺς ἵππους οὓς μέλλι ἐλα- | |
| 20 | ύνιν, Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτβοκᾶτον καὶ Βού- |
| βαλον καὶ Λαυριᾶτον, καὶ Βικτωρικοῦ Πομπηϊανὸν καὶ | |
| Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίου[μ], καὶ τῶν Μεσσάλης | |
| Δομινᾶτον, καὶ ὅσοι ἐὰν αὐτοῖς συνζευχθῶσιν. [ἔ]τι ἐ- | |
| ξορκίζω ὑμᾶς κατὰ τοῦ ἐπάν[ω] τοῦ οὐρανοῦ θεοῦ, | |
| 25 | τοῦ καθημένου ἐπὶ τῶν Χερουβι, ὁ διορίσας τὴν γῆν |
| καὶ χωρίσας τὴν θάλασσαν, Ιαω αβριαω αρβαθιαω | |
| 26a | σαβαω |
| 27 | αδωναϊ, ἵνα καταδήσητε Βικτωρικ{τ}ὸν {²⁶Βικτωρικὸν}²⁶ τὸν ἡνί- |
| οχον τοῦ βενέτου καὶ τοὺς ἵππους οὓς μέλλι ἐλαύνιν, | |
| Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτουοκᾶτον καὶ Βικτωρικοῦ | |
| 30 | Πομπηϊανὸν καὶ Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίουμ, |
| καὶ τῶν Μεσσάλης Δομ[ι]νᾶτον, ἵνα ἐπὶ νείκην μ[ὴ] | |
| ἔλ[θωσι]ν ἐν τῇ αὔρι(ο)ν ἡμέρᾳ ἐν τῷ κίρκῳ· ἤδη ἤδη, | |
| ταχὺ τα[χύ]. | |
| {²litterae et signa magica}² | |
| left margin.1 | {²signa magica}² |
| right margin.1 | {²signa magica}² |