[ ]
Africa Proc. — Carthago — 2nd/3rd c. AD — cf. Add. 421,239 — CIL 8.12509 — IGRR 1.943
1 | [ὁρκίζω σε ὅστις ποτ’] οὖν εἶ, νε[κ]υδαίμων ἄω[ρ]ε, κατὰ τῶν [κραταί]- |
[ων ὀν]ομάτων [—]ινσυδυνασοι παρακ[—]ο̣αινα αγ̣ηαθεα σιμου- | |
εβυαρρη καρωφασι ουνηθκα σευρωαι ηχμασιρουλ[— — — — — —] | |
[— — — — — — — — —]α[—]εββο[—]ρ ιαω ιαηομψονπα· [κατάδησον τοὺς ἵπ]- | |
5 | [πους τοῦ π]ρασίνου ὧν τὰ ὀνόματά σοι παρακατατίθημ[ι], |
[Δαρεῖο]ν Ἄγιλε Πάρδον Πουγιῶνε Δάρδανον Εἴναχον Πρετιῶ- | |
σον Προυνικὸν Νίμβον Μαῦρον Οὐικτῶρε Πρωφίκ[ιον Αἴγυπτον] | |
[Τινγειτᾶ]νον· κατάδησον αὐτοῖς τὸν δρόμον τ[ὴν δύναμιν] | |
[τὴν ψυχὴ]ν τὴν ὁρμὴν <τὴν> ταχύτητα, ἄφελε αὐτῶν τὴν | |
10 | νείκην, ἐμπόδισον αὐτοῖς τοὺς πόδας, ἔκκοψον ἐκνεύρωσον |
ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔρ[ιον ἡμέρᾳ] | |
[ἐλθόντες ἐ]ν τῷ ἱπποδρόμῳ μήτε τρέχειν μή[τε περιπατεῖν] | |
[μήτ]ε νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν | |
ἱππαφίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε | |
15 | τὸν σπάτιον μηδὲ κυκλεῦσαι τοὺς καμπτῆ[ρας, ἀλλὰ] |
[πεσέτωσ]αν σὺν τοῖς ἰδίοις ἡνιόχοις Πρ[ώτῳ] | |
[καὶ Φηλεῖκε κ]αὶ Ναρκίσσῳ· ἐπιτάσσουσι γάρ σοι αβλα[θανα(?)]- | |
λαβας καὶ ανχρεφρονεφιφουβιν· κατάδησον τοὺς | |
ἵππους τοῦ πρασίνου ὧν τὰ ὀνόματά [σοι παρα]- | |
20 | [κατατέ]θηκα Δαρεῖον Ἄγιλε Πάρδον Π[ουγιῶνε] |
[Δάρδα]νον Εἴναχον Πρετιῶσον Προυνικὸν | |
Νίμβον Μαῦρον Οὐικτῶρε Πρωφίκιον Αἴγυπτον | |
Τινγει̣τ̣ᾶνον· κατάδησον αὐτοῖς δρόμον [πόδ]- | |
[ας νε]ίκην ὁρμὴν ψυχὴν ταχύτητα, ἔκκ[οψον] | |
25 | ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ |
δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ ἱπποδ- | |
ρόμῳ μήτε τρέχειν μήτε περιπατε[ῖν μή]- | |
[τε] νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς [πυλ]ῶν- | |
ας τῶν ἱππαφίων μήτε προβαίνει- | |
30 | ν τὴν ἀρίαν μήτε τὸν σπάτιον μη- |
δὲ κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ | |
[π]εσέτωσαν σὺν τοῖς ἰδίοις ἡνι- | |
όχοις, Π[ρώτῳ] καὶ Φηλεῖκε καὶ Ναρκίσσ- | |
ῳ· κατάδησον αὐτοῖς τὰς χεῖρας, ἐ- | |
35 | ντύλ[ι]ξον αὐτῶν τοὺς μάστειγας |
εἰς τὰς ἡνίας, ἄφελε αὐτῶν τὴ[ν νεί]- | |
[κην] τὸν ἀπόβασιν καὶ τὴν ὅρασιν | |
ἵνα μὴ δυνασθῶσιν βλέπειν τοὺς | |
ἰδίους ἀντιπάλους ἡνιοχοῦν- | |
40 | τες, ἀλλὰ μᾶλλον ἅρπασον αὐ- |
τοὺς ἐκ τῶν ἰδίων ἁρμάτων | |
καὶ στρέψον ἐπὶ τὴν γῆν ἵνα | |
πεσέτωσαν παντὶ τόπῳ τοῦ | |
ἱπποδρόμου, μάλιστα δὲ ἐν τοῖς | |
45 | καμπτῆρσιν, σὺν τοῖς ἰδίο- |
ις ἵπποις, μετὰ βλάβης τοῦ | |
σώματος καὶ σκελῶν | |
κατάγματος· ἤδη ἤδη [ἤ]- | |
δη, ταχὺ ταχὺ ταχέως, | |
50 | κατάδησον κατάδησον |
κατάδησον αὐτούς. |