[ ] Africa Proc. — Carthago — 2nd/3rd c. AD — cf. Add. 421,239 — CIL 8.12509 — IGRR 1.943
1 [ὁρκίζω σε ὅστις ποτ’] οὖν εἶ, νε[κ]υδαίμων ἄω[ρ]ε, κατὰ τῶν [κραταί]-
[ων ὀν]ομάτων [—]ινσυδυνασοι παρακ[—]ο̣αινα αγ̣ηαθεα σιμου-
εβυαρρη καρωφασι ουνηθκα σευρωαι ηχμασιρουλ[— — — — — —]
[— — — — — — — — —]α[—]εββο[—]ρ ιαω ιαηομψονπα· [κατάδησον τοὺς ἵπ]-
5 [πους τοῦ π]ρασίνου ὧν τὰ ὀνόματά σοι παρακατατίθημ[ι],
[Δαρεῖο]ν Ἄγιλε Πάρδον Πουγιῶνε Δάρδανον Εἴναχον Πρετιῶ-
σον Προυνικὸν Νίμβον Μαῦρον Οὐικτῶρε Πρωφίκ[ιον Αἴγυπτον]
[Τινγειτᾶ]νον· κατάδησον αὐτοῖς τὸν δρόμον τ[ὴν δύναμιν]
[τὴν ψυχὴ]ν τὴν ὁρμὴν <τὴν> ταχύτητα, ἄφελε αὐτῶν τὴν
10 νείκην, ἐμπόδισον αὐτοῖς τοὺς πόδας, ἔκκοψον ἐκνεύρωσον
ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔρ[ιον ἡμέρᾳ]
[ἐλθόντες ἐ]ν τῷ ἱπποδρόμῳ μήτε τρέχειν μή[τε περιπατεῖν]
[μήτ]ε νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν
ἱππαφίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε
15 τὸν σπάτιον μηδὲ κυκλεῦσαι τοὺς καμπτῆ[ρας, ἀλλὰ]
[πεσέτωσ]αν σὺν τοῖς ἰδίοις ἡνιόχοις Πρ[ώτῳ]
[καὶ Φηλεῖκε κ]αὶ Ναρκίσσῳ· ἐπιτάσσουσι γάρ σοι αβλα[θανα(?)]-
λαβας καὶ ανχρεφρονεφιφουβιν· κατάδησον τοὺς
ἵππους τοῦ πρασίνου ὧν τὰ ὀνόματά [σοι παρα]-
20 [κατατέ]θηκα Δαρεῖον Ἄγιλε Πάρδον Π[ουγιῶνε]
[Δάρδα]νον Εἴναχον Πρετιῶσον Προυνικὸν
Νίμβον Μαῦρον Οὐικτῶρε Πρωφίκιον Αἴγυπτον
Τινγει̣τ̣ᾶνον· κατάδησον αὐτοῖς δρόμον [πόδ]-
[ας νε]ίκην ὁρμὴν ψυχὴν ταχύτητα, ἔκκ[οψον]
25 ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ
δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ ἱπποδ-
ρόμῳ μήτε τρέχειν μήτε περιπατε[ῖν μή]-
[τε] νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς [πυλ]ῶν-
ας τῶν ἱππαφίων μήτε προβαίνει-
30 ν τὴν ἀρίαν μήτε τὸν σπάτιον μη-
δὲ κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ
[π]εσέτωσαν σὺν τοῖς ἰδίοις ἡνι-
όχοις, Π[ρώτῳ] καὶ Φηλεῖκε καὶ Ναρκίσσ-
ῳ· κατάδησον αὐτοῖς τὰς χεῖρας, ἐ-
35 ντύλ[ι]ξον αὐτῶν τοὺς μάστειγας
εἰς τὰς ἡνίας, ἄφελε αὐτῶν τὴ[ν νεί]-
[κην] τὸν ἀπόβασιν καὶ τὴν ὅρασιν
ἵνα μὴ δυνασθῶσιν βλέπειν τοὺς
ἰδίους ἀντιπάλους ἡνιοχοῦν-
40 τες, ἀλλὰ μᾶλλον ἅρπασον αὐ-
τοὺς ἐκ τῶν ἰδίων ἁρμάτων
καὶ στρέψον ἐπὶ τὴν γῆν ἵνα
πεσέτωσαν παντὶ τόπῳ τοῦ
ἱπποδρόμου, μάλιστα δὲ ἐν τοῖς
45 καμπτῆρσιν, σὺν τοῖς ἰδίο-
ις ἵπποις, μετὰ βλάβης τοῦ
σώματος καὶ σκελῶν
κατάγματος· ἤδη ἤδη [ἤ]-
δη, ταχὺ ταχὺ ταχέως,
50 κατάδησον κατάδησον
κατάδησον αὐτούς.
Search Help
Contact Us