[ ]
Africa Proc. — Carthago — 2nd/3rd c. AD
| 1 | [— — —]ε̣ι δαίμων, ὅστις ποτ’ οὖν [εἶ, — —]ορ[—]μ[—]ν[—] τούτοις |
| τοῖς [ὀ]νόμασ[ι]ν [— —]ιβωναραχ[— —]αβραβαπεγ̣οη[— —]ψεν[— —]εερ | |
| θερν[— — —]βθερ[— —]θερβαν[—]κωνθωι[—]ευ̣οηιω̣ε | |
| ραρα[—]αβλαραη[— —]απαθαβρ[— —]αχαερμνορον[—]μ[—]σο | |
| 5 | [— — —]κβαλλο δεκ̣αρβαβυ σαχιαε[— — —]εεν̣ου ἵν̣α καταδή- |
| σης τοὺς ἵππους τοῦ πρασίνου ὧν τὰ ὀνόματά σοι παρακ[ατα]τέθη- | |
| κα, Δαρεῖον [Ἄγιλε Πάρδον Που]γιῶνε Δάρδανον Εἴνα[χ]ον Π- | |
| ρετιῶσον Προυνικὸν καὶ τοῦ συνζύγου αὐτοῦ οὐενέτου Οὐιττᾶτον | |
| Δη̣ρεισῶρε Οὐικτῶρε Ἀρμένιον· κατάδησον αὐτοῖς δρό- | |
| 10 | [μον πό]δας νείκην ὁρμὴν ψυχὴν ταχύτητα, ἔκκοψον ἐ[κνεύ]- |
| [ρωσον ἐξάρθρωσον αὐ]τοὺς ἵνα μὴ δυνασθῶσιν τῇ | |
| αὔριον ἡμέρᾳ ἐν τῷ ἱπποδρόμῳ μήτε τρέχειν μήτ- | |
| ε περιπατεῖν μήτε νεικῆσαι μηδὲ ἐξελθεῖν το[ὺς] | |
| [πυλῶ]νας τῶν ἱππαφίων μήτε προβαίνειν τὴν ἀ[ρίαν] | |
| 15 | [μήτε τὸν σπάτιον] μηδὲ κυκλεῦσαι τοὺς κ- |
| αμπτῆρας, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχ- | |
| οις, Πρώτῳ τοῦ πρασίνου καὶ τοῦ συνζύγου | |
| αὐτοῦ Διονυσί<ῳ> τοῦ οὐενέτου· ἐπιτάσσουσιν γάρ σοι δα̣ί̣- | |
| [μονες — — —]ουφρις καὶ θενβ〚ενβε〛- | |
| 20 | 〚ν〛εχυρτω {²⁶θενβεχυρτω}²⁶ οιβεσμερειν ιαζα̣ν̣α̣βελ ιαω αυκαη̣μσορ̣ |
| μεχαμρισραμ φηρτοργως̣ ευσ̣ερβενλ̣ε̣ι̣ | |
| ο̣υς· κατάδησον τοὺς ἵππους τοῦ πρασίνου Δαρεῖον· | |
| Ἄγιλε Πάρδον Πουγιῶνε Δάρδανον | |
| Εἴναχον Πρετιῶσον Προυνικὸν καὶ τοῦ συνζύγ- | |
| 25 | ου αὐτοῦ οὐενέτου Οὐιττᾶτον Δηρεισῶρε Οὐ- |
| ικτῶρε Ἀρμένιον· κατάδησον αὐτοῖς δρόμον | |
| πόδας νείκην ὁρμὴν ψυχὴν ταχύ- | |
| τητα, ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον | |
| αὐτοὺς ἵνα μὴ δυνασθῶσιν ἐλθ- | |
| 30 | όντες ἐν τῷ ἱπποδρόμῳ ἐζευγμένοι μή- |
| τε τρέχειν μήτε περιπατεῖν | |
| μήτε νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυ- | |
| λῶνας τῶν ἱππαφίων μήτ- | |
| ε προβαίνειν τὴν ἀρίαν μήτε τὸν σπ- | |
| 35 | άτιον μηδὲ κυκλεῦσαι τοὺς |
| καμπτῆρας, ἀλλὰ πεσέτωσαν σὺν | |
| τοῖς ἰδίοις ἡνιόχοις, Πρώτῳ | |
| τοῦ πρασίνου καὶ Διονυσίῳ τοῦ | |
| οὐενέτου· κατάδησον αὐτοῖς | |
| 40 | τὰς χεῖρας, ἄφελε αὐτῶν τὴν νεί- |
| κην τ[ὸ]ν ἀπόβασιν καὶ τὴν | |
| ὅρασιν ἵνα μὴ δυνασθῶσιν βλέ- | |
| πειν τοὺς ἰδίους ἀντιπά- | |
| λους ἡνιοχοῦτες, ἀλλὰ μᾶλλον | |
| 45 | ἅρπασον αὐτοὺς ἐκ τῶν |
| ἰδίων ἁρμάτων καὶ στρέψον | |
| ἐπὶ τὴν γῆν ἵνα πεσ- | |
| έτωσαν σὺν τοῖς ἰδίοις ἵπποι- | |
| ς· ἤδη ἤδη, ταχὺ ταχύ. | |
| center.50 | Διονύσιος Πρῶτος. |