[ ]
Italia — Roma — reign of Hadrian or Ant. Pius — SEG 35.1045 — cf. SEG 48.1291; 53.1098
| col. I.1 | Ῥώ[μη]ς πανχρυσέοιο Τύχης ἱερατίδα τειμὴν |
| πὰρ βασιλῆος ἔχων Αὐσονίοιο κράτους, | |
| Ἀππιανὸς βιότοιο πανηγύρεως ἀπολαύων | |
| λάρνακα λαϊνέην τῷδ’ ἀνέθηκα τόπῳ, | |
| 5 | κηδείαν ἐς ἐμὴν καὶ κουριδίης ἀλόχοιο |
| ἐσθλῆς Εὐτυχίας ᾗ συνέζησα βίον. | |
| col. II.7 | ζώσῃ ἅπαντα παρέσχεν ἐμοὶ πάρος ἐσθλὰ βίοιο |
| Ἀππιανὸς γαμέτης ἔξοχα τειόμενος· | |
| καὶ μετὰ φῶς βιότοιο γέρας τόδε με<ῖ>ζον ἔτευξε | |
| 10 | ἄμφω κηδεύσας, τοὐμὸν ἑόν τε δέμας· |
| οὐ γὰρ ὁ τεθνώτας καταθεὶς κεῖνο[ς] τόδ’ ἔρεξεν, | |
| ἀλλ’ ὁ πρὸ τοῦ θανάτου τοῦτο νόῳ θέμενος. | |
| δωδεχέτην ἔλαβον, ἔζησεν ἔτη σὺν ἐμοὶ λαʹ. |