[ ] Italia — Roma — undated — IG XIV 2067 — GVI 952
1        D(is)     M(anibus).
Νύμφαι κρηναῖαί με συνήρπασαν ἐκ βιότοιο,
  καὶ τάχα που τιμῆς εἵνεκα τοῦτ’ ἔπαθον,
νηπίη οὐδὲ δυοῖν ἐτέοιν τέλος ἐξανύσασα,
5   Φιλησίη τὴν κλῆσιν, Αὐσονὶς γένος.
Search Help