[ ]
Italia — Roma — mid 3rd-beg. 4th c. AD — IG XIV 2068 — GVI 1113
| Θ(εοῖς) Κ(αταχθονίοις). | |
| 1 | ἤμην ὡς ἤμην φων‵ὴν′ καὶ πνεῦμα καὶ εἶδος, |
| ἀρτιτόκου φωτὸς ‵ψυχίον ἔνδοθ’ ἔχ<ω>ν′, | |
| αἴσιος ἐμ φιλότητι καὶ ὄλβιος ἐμ πραπίδεσσι, | |
| 3a | 〚— — — — — — — — — — — — — — — — — —〛 |
| 4 | μηδὲν ἄγαν φρονέων, θνητὰ δὲ πάνθ’ ὁρόω<ν>· |
| 5 | ἦλθον, ἀπῆλθον ἄμεμπτος, ἃ μὴ θέμις οὐκ ἐδό‵ευσα′, |
| εἴτ’ ἤμην πρότερον, εἴτε χρόνοις ἔσομαι· | |
| παιδεύθην, παίδευσα, κύτος κόσμοιο πέδη‵σα′, | |
| θείας ἐξ ἀθανάτων φωσὶ φράσας ἀρετάς. | |
| κεύθι γαῖα φίλη με· τί δ’ ἁγνὸν ὅμως ὄνο‵μ’; ἤμην′ | |
| 10 | πᾶσι Φίλητος vv ἀνήρ, τῆς Λυκίης Λιμύ- |
| ρων. |