[ ]
Italia — Roma — undated — IG XIV 1957 — GVI 647
1 | Ποπιλίης τάφος οὗτος· ἀνὴρ δ’ ἐμὸς αὐτὸν ἔτευξεν |
Ὠκέανος, πάσης ἐνπέραμος σοφίης· | |
κούφη τοιγὰρ ἐμοὶ πέλεται κόνις· ἐν δ’ Ἀχέροντι | |
ὑμνήσω τὴν σήν, ὦ ἄνερ, εὐσεβίην. | |
5 | μέμνεο κἠν ζωοῖς ἐμέθεν καὶ πολλάκι τύμβῳ |
σπεῖσον ἀπὸ βλεφάρων δάκρυ’ ἀποιχομένῃ | |
καὶ λέγε Ποπιλίην εὕδειν, ἄνερ· οὐ θεμιτὸν γὰρ | |
θνῄσκειν τοὺς ἀγαθούς, ἀλλ’ ὕπνον ἡδὺν ἔχειν. |