[ ] Italia — Roma — undated — IG XIV 1957 — GVI 647
1 Ποπιλίης τάφος οὗτος· ἀνὴρ δ’ ἐμὸς αὐτὸν ἔτευξεν
 Ὠκέανος, πάσης ἐνπέραμος σοφίης·
κούφη τοιγὰρ ἐμοὶ πέλεται κόνις· ἐν δ’ Ἀχέροντι
  ὑμνήσω τὴν σήν, ὦ ἄνερ, εὐσεβίην.
5 μέμνεο κἠν ζωοῖς ἐμέθεν καὶ πολλάκι τύμβῳ
  σπεῖσον ἀπὸ βλεφάρων δάκρυ’ ἀποιχομένῃ
καὶ λέγε Ποπιλίην εὕδειν, ἄνερ· οὐ θεμιτὸν γὰρ
  θνῄσκειν τοὺς ἀγαθούς, ἀλλ’ ὕπνον ἡδὺν ἔχειν.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server