[ ]
Italia — Roma — undated — IG XIV 1863 — GVI 1981
1 | κλαίει μέν σε τέκνον, κλαίει δ’ Ἀγαθάνγελος ὡνήρ, |
μυρόμενος φιλίην τερπνοτάτην ἀλόχου· | |
μύρονται δ’ ἀδελφοὶ Μηνᾶς καὶ Δάψιλος ἄμφω | |
ἠδ’ ὅσσοι σ’ ἐφίλουν κἠπόθεον δι’ ὅλου· | |
5 | γηραλέην δὲ κόμη<ν> πολιὴν τίλλουσα καθ’ ὥραν |
ἠρίον ἀμφὶ τεόν, Μοῦσα, χέω δάκρυα. | |
ἄλλο | |
κεῖσαι δή, τέκνον καλόν, προλιποῦσα τοκῆας | |
ἠδὲ κασιγνήτους καὶ πόσιν ἀμφιθαλῆ, | |
10 | νούσου ὑπὸ στυγερῆς δεδαμασμένη· αὐτὰρ ἔμοιγε |
πένθος ἀνείητον κάλλιπες οἰκτροτάτῃ· | |
γραῖα δ’ ἀνήκεστον πένθος κατὰ μοῖραν ἔχουσα | |
ἀμφὶ τεὴν <στ>ήλην, Μοῦσα τέκνον, χέομαι. |