[ ]
Italia — Roma — undated — IG XIV 1863 — GVI 1981
| 1 | κλαίει μέν σε τέκνον, κλαίει δ’ Ἀγαθάνγελος ὡνήρ, |
| μυρόμενος φιλίην τερπνοτάτην ἀλόχου· | |
| μύρονται δ’ ἀδελφοὶ Μηνᾶς καὶ Δάψιλος ἄμφω | |
| ἠδ’ ὅσσοι σ’ ἐφίλουν κἠπόθεον δι’ ὅλου· | |
| 5 | γηραλέην δὲ κόμη<ν> πολιὴν τίλλουσα καθ’ ὥραν |
| ἠρίον ἀμφὶ τεόν, Μοῦσα, χέω δάκρυα. | |
| ἄλλο | |
| κεῖσαι δή, τέκνον καλόν, προλιποῦσα τοκῆας | |
| ἠδὲ κασιγνήτους καὶ πόσιν ἀμφιθαλῆ, | |
| 10 | νούσου ὑπὸ στυγερῆς δεδαμασμένη· αὐτὰρ ἔμοιγε |
| πένθος ἀνείητον κάλλιπες οἰκτροτάτῃ· | |
| γραῖα δ’ ἀνήκεστον πένθος κατὰ μοῖραν ἔχουσα | |
| ἀμφὶ τεὴν <στ>ήλην, Μοῦσα τέκνον, χέομαι. |