[ ] Italia — Roma — undated — IG XIV 1853 — GVI 1478
1 ἡλικίῃ, μορφῇ, φρεσί, μούσαις σωφροσύνῃ τε
ἐν πᾶσιν πρέψασα, Κατάφρονι, φῶς λίπες ἠοῦς
κἄμ’ ἔφυγες ποθέοντα καὶ οὐκ ἐσάθρησας ἰοῦσα·
τοιγὰρ ἐγὼ τόδε σῆμα φίλοις σταδίοισιν ἔτευξα,
5 ὄφρα σε κἂν νέκυν οὖσαν ἐμοῖς μελάθροισιν ὁρ<ῴ>ην,
οὔνομά μοι γλυκύ, Μεσσία, ἀιμνήστη παράκοιτι.
Search Help
Contact Us