[ ]
Italia — Roma — undated — IG XIV 1853 — GVI 1478
| 1 | ἡλικίῃ, μορφῇ, φρεσί, μούσαις σωφροσύνῃ τε |
| ἐν πᾶσιν πρέψασα, Κατάφρονι, φῶς λίπες ἠοῦς | |
| κἄμ’ ἔφυγες ποθέοντα καὶ οὐκ ἐσάθρησας ἰοῦσα· | |
| τοιγὰρ ἐγὼ τόδε σῆμα φίλοις σταδίοισιν ἔτευξα, | |
| 5 | ὄφρα σε κἂν νέκυν οὖσαν ἐμοῖς μελάθροισιν ὁρ<ῴ>ην, |
| οὔνομά μοι γλυκύ, Μεσσία, ἀιμνήστη παράκοιτι. |