[ ] Italia — Roma — 2nd/3rd c. AD — IG XIV 1839 — GVI 1164 — cf. IGUR IV, p. 165, 1268
1 μνήμην τῆς ἰδίας γαμετῆς μετὰ μοῖραν ἄτρεπτον
ἐν στέρνοισιν ἔχων ἴδιος πόσις ὢν ἔτι ζωός,
τις ἔφυ στήλαις, παροιδοπόρε, τοῦθ’ ὑπέγρα[ψ]α·
πρῶτον μὲν τύπος ἦν αὐτῇ χρυσῆς Ἀφροδίτης,
5 εἶχε δὲ καὶ ψυχὴν ἀφελῆ στέρνοισι μένουσαν·
ἦν ἀγαθή, νομίμοις δὲ θεοῦ παρεγείνετο πᾶσιν·
οὐδὲν ὅλως παρέβαινε· χαρίζετο λειπομένοισιν,
δουλὶς ὑπάρχουσα στέφανον τὸν ἐλεύθερον ἔσχεν.
ζωοὺς τρεῖς ἐκύησε γόνους· μήτηρ ἐγενήθη
10 δισσῶν ἀρρενικῶν, τὸ δὲ θῆλυ τρίτον κατιδοῦσα
ἠοῦς ἑνδεκάτης ἔλιπε ψυχὴν ἀμερίμνως.
κάλλος δ’ αὖ μετὰ μοῖραν Ἀμαζόνος ἔσχεν ἄπιστον,
ὥστε νεκρᾶς πλέον ἢ ζώσης εἰς ἔρωτα φέρεσθαι.
εἰκοστὸν δὲ βιώσασαν ἀφελῶς ἐνιαυτὸν
15 Μαρκίαν τὴν Ἑλίκην ζοφερὸς τάφος ἔνθα καλύπτει.
Search Help
Contact Us