[ ]
Italia — Roma — 2nd/3rd c. AD — IG XIV 1839 — GVI 1164 — cf. IGUR IV, p. 165, 1268
| 1 | μνήμην τῆς ἰδίας γαμετῆς μετὰ μοῖραν ἄτρεπτον |
| ἐν στέρνοισιν ἔχων ἴδιος πόσις ὢν ἔτι ζωός, | |
| ἥτις ἔφυ στήλαις, παροιδοπόρε, τοῦθ’ ὑπέγρα[ψ]α· | |
| πρῶτον μὲν τύπος ἦν αὐτῇ χρυσῆς Ἀφροδίτης, | |
| 5 | εἶχε δὲ καὶ ψυχὴν ἀφελῆ στέρνοισι μένουσαν· |
| ἦν ἀγαθή, νομίμοις δὲ θεοῦ παρεγείνετο πᾶσιν· | |
| οὐδὲν ὅλως παρέβαινε· χαρίζετο λειπομένοισιν, | |
| δουλὶς ὑπάρχουσα στέφανον τὸν ἐλεύθερον ἔσχεν. | |
| ζωοὺς τρεῖς ἐκύησε γόνους· μήτηρ ἐγενήθη | |
| 10 | δισσῶν ἀρρενικῶν, τὸ δὲ θῆλυ τρίτον κατιδοῦσα |
| ἠοῦς ἑνδεκάτης ἔλιπε ψυχὴν ἀμερίμνως. | |
| κάλλος δ’ αὖ μετὰ μοῖραν Ἀμαζόνος ἔσχεν ἄπιστον, | |
| ὥστε νεκρᾶς πλέον ἢ ζώσης εἰς ἔρωτα φέρεσθαι. | |
| εἰκοστὸν δὲ βιώσασαν ἀφελῶς ἐνιαυτὸν | |
| 15 | Μαρκίαν τὴν Ἑλίκην ζοφερὸς τάφος ἔνθα καλύπτει. |