[ ]
Italia — Roma — undated — IG XIV 1792 — GVI 585
| 1 | σώφρονα Κρησκεντεῖναν ἔχων τάφος ἐνθάδε κεύθω, |
| τὴν πάσης ἀρετῆς κῦδος ἐνενκαμένην, | |
| ἥτις ἐνὶ ζωοῖσιν ὅκως ἀνέτελλεν ἑῷος, | |
| νῦν δύνει δ’ ὑπὸ γῆν ἕσπερος ἐν φθιμένοις. |