[ ] Italia — Roma — ca. 50-100 AD — IG XIV 1750 — GVI 431
1 Κλαύδιος ἰητὴρ Ἀγαθήμερος ἐνθάδε κεῖμαι
 παντοίης δεδαὼς κραιπνὸν ἄκεσμα νόσου·
ξυνὸν τοῦτο δ’ ἐμοὶ καὶ Μυρτάλῃ εἷσα συνεύνῳ
 μνῆμα· μετ’ εὐσεβέων δ’ ἐσμὲν ἐν Ἠλυσίωι.
Search Help
Contact Us