[ ]
Italia — Roma — ca. 50-100 AD — IG XIV 1750 — GVI 431
| 1 | Κλαύδιος ἰητὴρ Ἀγαθήμερος ἐνθάδε κεῖμαι |
| παντοίης δεδαὼς κραιπνὸν ἄκεσμα νόσου· | |
| ξυνὸν τοῦτο δ’ ἐμοὶ καὶ Μυρτάλῃ εἷσα συνεύνῳ | |
| μνῆμα· μετ’ εὐσεβέων δ’ ἐσμὲν ἐν Ἠλυσίωι. |