[ ] Italia — Roma — undated — IG XIV 1721 — GVI 773
1 δοιὼς Ἱππομέδοντας ὁμὰ χθὼν ἅδε καλύπτηι
 παῖδά τε καὶ γενέταν ἄμφω ἀποφθιμένως,
παῖδα μὲν ἐς λαιὰν ἐσιόντων χῆιρα τεθέντα,
 δεξιάδαν δ’ ἐτάφη γηραὸς Ἱππομέδων·
5 ἀμφοτέροις δ’ ἐπέθηκε χυτὰν κόνιν Ἱπποδάμεια,
 μάτηρ Ποικιλίω, ἐκγόνω ἀμφοτέρων·
ὅς <σ>φισι τώσδε τάφως ἐνεώσατο, τείχισε δ’ ἅιδαν,
 πάππωι καὶ θείωι λοισθοτάτας χάριτας.
Search Help
Contact Us