[ ]
Italia — Roma — undated — IG XIV 1565 — GVI 781
1 | παῖδά με τεθνειῶτα τεὴ κατὰ |
γαῖα καλύπτει / νηπίαχον, γνω- | |
τοῖς πᾶσιν ἄχος φιλίης. / πατρί | |
τ’ ἐμῶι μέγα πῆμ’ ἔλιπον καὶ μη- | |
5 | τρὶ ταλαίνηι, / οἷς ἔπορον δεινὴν |
ἄλγεσιν ἀμπεχόνην. / εἰ δὲ θέλεις | |
γνῶναι τίς καὶ πόθεν, οὔνομα τοὐ- | |
μὸν / Ἔκλεκτός τοι ἐγὼ κικλήσκομαι, | |
αὐτὰρ ἔπειτα / Παλλὰς ἐμὴ μήτηρ, | |
10 | Ταΰγετος γενέτωρ. / ἑπτὰ δὲ πεντή- |
κοντ’ ἔσχον μῆνας εἴκοσι θ’ ἡμέρεας. |