[ ] Italia — Roma — Rom. Imp. period — GVI 696
1 μητέρα τὴν ἀγαθὴν Δωνᾶταν ἐνθάδ’ ἔθαψεν
δάκρυσιν Εὐπρόσδεκτος ὀδυράμενος θαλεροῖσιν,
πασάων γνώμαισιν ἀμείνονα θηλυτεράων·
Τράλλεως ἦν δὲ γένος καὶ γῆς Ἀσίης ἐρατεινῆς·
5 φῶς ἔλαβεν δὲ βλέπειν τόδ’ ἐλεύθερον ἐκ βασιλήω̣ν,
φῶς ὅτ’ ἐν ἀνθρώποισιν ἐδέρκετο, πρὶν δ̣ι̣ὰ̣ Λ̣ή̣[θην]
νύκτα κατ’ ὀρφναίην Ἄϊδος δόμον εἰσαφίκηται,
τεσσαρακοστὸν ἔχουσα τρίτον <τ>ε βίου λυκάβαντα.
Search Help
Contact Us