[ ]
Italia — Roma — Rom. Imp. period — GVI 696
1 | μητέρα τὴν ἀγαθὴν Δωνᾶταν ἐνθάδ’ ἔθαψεν |
δάκρυσιν Εὐπρόσδεκτος ὀδυράμενος θαλεροῖσιν, | |
πασάων γνώμαισιν ἀμείνονα θηλυτεράων· | |
Τράλλεως ἦν δὲ γένος καὶ γῆς Ἀσίης ἐρατεινῆς· | |
5 | φῶς ἔλαβεν δὲ βλέπειν τόδ’ ἐλεύθερον ἐκ βασιλήω̣ν, |
φῶς ὅτ’ ἐν ἀνθρώποισιν ἐδέρκετο, πρὶν δ̣ι̣ὰ̣ Λ̣ή̣[θην] | |
νύκτα κατ’ ὀρφναίην Ἄϊδος δόμον εἰσαφίκηται, | |
τεσσαρακοστὸν ἔχουσα τρίτον <τ>ε βίου λυκάβαντα. |