[ ]
Italia — Roma — undated — IG XIV 1561 — GVI 1017 — CIL VI 21664
| 1 | θρέψε μ’ Ἀλεξάνδρεια, μέτοικον ἔθ̣[αψε δὲ Ῥώμη], |
| αἱ κόσμου καὶ γῆς, ὦ ξένε, μη[τροπόλεις], | |
| πάντων μὲν μακάρων ἁγνὴν λά[τριν· ἡ δέ μ’ ἐπαινὴ] | |
| γήραος ἐκ δολιχοῦ ῥύσατο Φ[ερσεφόνη]· | |
| 5 | εἰ καὶ γηροκόμος με σοφὴ διέσω[σεν ἀδελφή], |
| ἀλλ’ οὖν εὐσεβέων ἄσμενος α̣[ὖλιν ἔβην]. | |
| τοιγάρ, ἄνασσ’, ἣν πρόσθε[ν] ὑ̣π’ αἰ[θέρος οὐκ ἀπέβαλλες], | |
| πὰρ ποσὶ σοῖς εὔφρων δ[έ]ξο Δ[ικαιοσύνην]. |