[ ]
Italia — Roma — ca. 114-117 AD — IG XIV 1374 — GVI 722 — cf. SEG 52.986
| 1 | ὁ κλεινὸς ἶνις βασιλέως Ἀμάζασπος, |
| ὁ Μιθριδάτου βασιλέως κασίγνητος, | |
| ᾧ γαῖα πατρ<ὶ>ς Κασπίας παρὰ κλῄθ̣ρας, | |
| Ἴβηρ Ἴβηρος ἐνθαδὶ τετάρχυται | |
| 5 | πόλιν παρ’ ἱρήν, ἣν ἔδειμε Νικάτωρ |
| ἐλαιόθηλον ἀμφὶ Μυγδόνος νᾶμα. | |
| θάν<ε>ν δ’ ὀπαδὸς Αὐσόνων ἁγητ<ῆ>ρι | |
| μολὼν ἄνακτ̣ι̣ <Π>αρθικὴν ἐφ’ ὑσμίνην, | |
| πρίν περ παλάξ̣αι χεῖρα δηίῳ λύθρωι, | |
| 10 | ἴφθιμον αἰαῖ χεῖρα δουρὶ κα<ὶ τ>όξ̣ω<ι> |
| καὶ φασγάνου κνώδοντι, πεζὸς ἱππ̣[εύς τε]· | |
| ὁ δ’ αὐτὸς ἶσος παρθένοισιν αἰδοίαις. |