[ ]
Italia — Roma — ca. 114-117 AD — IG XIV 1374 — GVI 722 — cf. SEG 52.986
1 | ὁ κλεινὸς ἶνις βασιλέως Ἀμάζασπος, |
ὁ Μιθριδάτου βασιλέως κασίγνητος, | |
ᾧ γαῖα πατρ<ὶ>ς Κασπίας παρὰ κλῄθ̣ρας, | |
Ἴβηρ Ἴβηρος ἐνθαδὶ τετάρχυται | |
5 | πόλιν παρ’ ἱρήν, ἣν ἔδειμε Νικάτωρ |
ἐλαιόθηλον ἀμφὶ Μυγδόνος νᾶμα. | |
θάν<ε>ν δ’ ὀπαδὸς Αὐσόνων ἁγητ<ῆ>ρι | |
μολὼν ἄνακτ̣ι̣ <Π>αρθικὴν ἐφ’ ὑσμίνην, | |
πρίν περ παλάξ̣αι χεῖρα δηίῳ λύθρωι, | |
10 | ἴφθιμον αἰαῖ χεῖρα δουρὶ κα<ὶ τ>όξ̣ω<ι> |
καὶ φασγάνου κνώδοντι, πεζὸς ἱππ̣[εύς τε]· | |
ὁ δ’ αὐτὸς ἶσος παρθένοισιν αἰδοίαις. |