[ ]
Italia — Roma — undated — IG XIV 1362 — GVI 1970 — cf. IGUR IV, p. 164, 1148 (ph., left frg.)
| 1 | πρωθήβην ἔτι κοῦρον, ἔτι χνοάοντος ἰούλου |
| δευόμενον φθονερὴ μοῖρα καθεῖλε βίου, | |
| πολλὰ σοφῆς χερὸς ἔργα λελοιπότα. βάσκανε δαῖμον, | |
| οἵας οὐχ ὁσίως ἐλπίδας ἐξέταμες. | |
| 5 | ἀλλὰ σύ, γαῖα, πέλοις ἀγαθὴ κούφη τ’ Ἀκυλείνωι, |
| καὶ δὲ παρὰ πλευρὰς ἄνθεα λαρὰ φύοις, | |
| ὅσσα κατ’ Ἀραβίους τε φέρεις ὅσα τ’ ἐστὶ κατ’ Ἰνδούς, | |
| ὡς ἂν ἀπ’ εὐόδμου χρωτὸς ἰοῦσα δρόσος | |
| ἀγγέλλῃ τὸν παῖδα θεοῖς φίλον ἔνδοθι κεῖσθαι, | |
| 10 | λοιβῆς καὶ θυέων ἄξιον, οὐχὶ γόων. |
| ——— ——— | |
| 11 | εἰκοσέτη τὸν παῖδα θοὴ κατενήρατο μοῖρα |
| κἀστὶν ἐν εὐσεβέων ἣν διὰ σωφροσύνην. |