[ ] Italia — Roma — 224 AD — IG XIV 2090
1 Φαβία ∙ Αἰλία ∙ Φαβιανὴ ∙ Φαβίῳ ∙ Ὀνήτορι ∙ τῷ ἰδίῳ
                χαίρειν·
τόπον ὃν παρεκάλεσ<ας> ἐν τοῖς κήποις μου
ἵνα οἰκοδομήσῃς μνημαφῖον ἐκεῖ, συνκέ-
5 χωρηκέναι μέ σοι καὶ ἐπι̣τ̣ετροφέναι οἰκο-
δομῆσαί σε, ∙ἵ∙να διὰ παντός σοι ἀνῆκεν τού-
τοις τοῖς {τοῖς} γράμμασί μου, οἷς ὑπέγραψα
τῇ πρὸ ∙ ι καλανδῶν Αὐγούστων ∙ Κλ(αυδίῳ) ∙ Ἰουλια-
νῷ τὸ β καὶ Βρυττίῳ Κρισπίνῳ ∙ ὑπάτοις,
10 δῆλόν σοι ποιῶ· οὗ μηδεμίαν ἀμφισβήτη-
σίν σέ ποτε ἕξειν ἐξ αὐτῶν τῶν γραμ-
μάτων μου δῆλόν ἐστιν, σοὶ δὲ ∙ διαφέρειν
τὸν τόπον τοῦ μέτρου τοῦ οἰκοδόμησας·
   ἐρρῶσ<θα>ί σε ∙ εὔχομε ∙ ἔρρωσο.
Search Help
Contact Us