[ ] Italia — Roma — undated — IG XIV 1368
col. I.1 Ἄλκηστις τοὔνομα
τῶιδ’ ἐπὶ τύμβωι κεῖ-
μαι σὺν θυγατρὶ Ἑρμιόνῃ
βιώσασα δ καὶ κ ἔτος ∙ πα-
5 τρὶς δ’ ἐμοὶ ὑπάρχει Ἀσίη-
θεν Ἀφροδισιάς ∙ εὐσεβεί-
ης δὲ εἵνεκα, ἧς τοὔνομα
ἐκόσμησα, καὶ γέγονα Ἄλ-
κηστις ἐκείνη ἡ πάλαι φί-
10 λανδρος ἣν καὶ θεοὶ καὶ βρο̣-
col. II.11 τοὶ ἐμαρτύρησαν σω-
φροσύνης εἵνεκα. τού-
των δ’ ἐμοὶ μίζων μάρ-
τυς σύμβιος ∙ ὃς καὶ εὐ-
15 σεβίην πᾶσαν εἰς ἐμὲ
ἐξετέλεσσεν, ὧι καὶ θε-
οὶ ἀμοιβὰς καὶ τὰ δίκαια
τὰ ἡμέτερα ἀποδοῖεν.
Κλ(αύδιος) Μάξιμος ἰδίαι
20 συμβίωι καὶ θυγατρὶ
μνήμης εἵνεκα ἐποίει ∙ ∙
Search Help
Contact Us