[ ]
Italia — Roma — undated — IG XIV 1368
col. I.1 | Ἄλκηστις τοὔνομα |
τῶιδ’ ἐπὶ τύμβωι κεῖ- | |
μαι σὺν θυγατρὶ Ἑρμιόνῃ | |
βιώσασα δ καὶ κ ἔτος ∙ πα- | |
5 | τρὶς δ’ ἐμοὶ ὑπάρχει Ἀσίη- |
θεν Ἀφροδισιάς ∙ εὐσεβεί- | |
ης δὲ εἵνεκα, ἧς τοὔνομα | |
ἐκόσμησα, καὶ γέγονα Ἄλ- | |
κηστις ἐκείνη ἡ πάλαι φί- | |
10 | λανδρος ἣν καὶ θεοὶ καὶ βρο̣- |
col. II.11 | τοὶ ἐμαρτύρησαν σω- |
φροσύνης εἵνεκα. τού- | |
των δ’ ἐμοὶ μίζων μάρ- | |
τυς σύμβιος ∙ ὃς καὶ εὐ- | |
15 | σεβίην πᾶσαν εἰς ἐμὲ |
ἐξετέλεσσεν, ὧι καὶ θε- | |
οὶ ἀμοιβὰς καὶ τὰ δίκαια | |
τὰ ἡμέτερα ἀποδοῖεν. | |
Κλ(αύδιος) Μάξιμος ἰδίαι | |
20 | συμβίωι καὶ θυγατρὶ |
μνήμης εἵνεκα ἐποίει ∙ ∙ |