[ ]
Italia — Roma — ca. 200 AD — IG XIV 1102 — IAG 79 — cf. SEG 55.1061
| face a, front.1 | Μ(άρκου) ∙ Αὐρηλίου ∙ Δημητρίου ∙ ἀρχιερέως ∙ τοῦ σύνπαντος |
| ξυστοῦ ∙ διὰ βίου, ξυστάρχου ∙ καὶ ∙ ἐπὶ ∙ βαλανείων ∙ τοῦ ∙ Σεβαστ[οῦ], | |
| Ἀλεξανδρέως ∙ Ἑρμοπολείτου ∙ πανκρατιαστοῦ ∙ περιοδον[είκου], | |
| παλαιστοῦ ∙ παραδόξου ∙υ∙ἱὸς ∙ Μάρκος ∙ Αὐρήλιος | |
| 5 | Ἀσκληπιάδης ∙ ὁ καὶ ∙ Ἑρμόδωρος ∙ ὁ πρεσβύτατος ∙ τῶν νεω- |
| κόρων ∙ τοῦ μεγάλου ∙ Σαράπιδος ∙ ὁ ἀρχιερεὺς ∙ τοῦ ∙ σύνπαντος | |
| ξυστοῦ ∙ διὰ βίου ∙ ξυστάρχης ∙ καὶ ∙ ἐπὶ βαλανείων ∙ τοῦ Σεβαστοῦ, | |
| Ἀλεξανδρεύς ∙ Ἑρμοπολείτης ∙ Ποτιολανός ∙ Νεαπολείτης καὶ | |
| Ἠλεῖος ∙ καὶ ∙ Ἀθηναῖος ∙ βουλευτὴς ∙ καὶ ∙ ἄλλων πόλεων ∙ πολλ̣ῶν | |
| 10 | πολείτης ∙ καὶ ∙ βουλευτής ∙ πανκρατιαστὴς ∙ περιοδονείκης ∙ ἄλειπτος, |
| ἀσυνέξωστος ∙ ἀνέκκλητος ∙ ὅσους ποτὲ ἀγῶνας ∙ ἀπεγραψάμην | |
| πάντας ∙ νεικήσας ∙ μήτε ∙ ἐκκαλέσαμενος ∙ μήτε ∙ ἑτέρου ∙ κατ’ ἐμοῦ ∙ τολμή- | |
| σαντος ∙ ἐκκαλέσασθαι ∙ μήτε συστεφανωθεὶς ∙ μήτε ∙ ἐπεξελθὼν μήτε π̣αραι- | |
| τησάμενος ∙ μήτε ∙ ἀγῶνα ∙ παραλιπὼν ∙ μήτε κατὰ χάριν ∙ βασιλικὴν ∙ ἀγῶνα | |
| 15 | ἔχων ∙ μηδὲ ∙ καινὸν ∙ ἀγῶνα ∙ νεικήσας ∙ ἀλλὰ ∙ πάντας οὕς ποτε ∙ ἀπεγρα- |
| ψάμην ἐν αὐτοῖς ∙ τοῖς ∙ σκάμμασιν ∙ στεφανωθεὶς ∙ καὶ ∙ ταῖς ∙ προπείραις̣ | |
| τούτων ∙ πάσαις ∙ δοκιμασθείς ∙ ἀγωνισάμενος ∙ ἐν ἔθνεσιν ∙ τρισίν ∙ Ἰταλίᾳ, | |
| Ἑλλάδι ∙ Ἀσίᾳ ∙ νεικήσας ∙ ἀγῶνας ∙ τοὺς ∙ ὑπογεγραμμένους ∙ πάντας ∙ πανκρα- | |
| τίου ∙ Ὀλύμπια τὰ ἐν Πείσῃ ∙ σμ ∙ ὀλυμπιάδι ∙ Πύθια ἐν Δελφοῖς ∙ Ἴσθμια δίς, | |
| 20 | Νέμεα ∙ δίς ∙ τὸ δεύτερον ∙ στήσας ∙ τοὺς ∙ ἀνταγωνιστάς ∙ καὶ ∙ τὴν ἀσπίδα Ἥρας ΕΜ |
| ΜΙ ∙ Καπετώλια ∙ ἐν Ῥώμῃ ∙ δίς ∙ τὸ ∙ δεύτερον ∙ μετὰ πρῶτον κλῆρον ∙ στήσας | |
| τοὺς ἀνταγωνιστάς ∙ Εὐσέβεια ∙ ἐν Ποτιόλοις ∙ δίς ∙ τὸ δεύτερον ∙ μετὰ δεύτερον̣ | |
| κλῆρον ∙ στήσας ∙ τοὺς ἀνταγωνιστάς ∙ Σεβαστὰ ἐν Νεαπόλι ∙ <δίς>, τὸ δεύτερον μετὰ̣ | |
| δεύτερον ∙ κλῆρον στήσας τοὺς ∙ ἀνταγωνιστάς ∙ Ἄκτια ∙ ἐν Νεικοπόλι δίς ∙ τὸ δεύ- | |
| 25 | τερον στήσας ∙ τοὺς ἀνταγωνιστάς ∙ Ἀθήνας ∙ ε ∙ Παναθήναια ∙ Ὀλύμπεια ∙ Πανελ- |
| λήνια ∙ Ἁδριάνια ∙ δίς ∙ Ζμύρναν ∙ ε ∙ κοινὰ ∙ Ἀσίας δίς ∙ τὸ δεύτερον ∙ στήσας | |
| τοὺς ἀνταγωνιστάς ∙ ὁμοίως ∙ ἐν Ζμύρνῃ ∙ Ὀλύμπια καὶ Ἁδριάνια ∙ Ὀλύμπια· | |
| Πέργαμον ∙ Αὐγούστεια ∙ τρίς ∙ τὸ δεύτερον ∙ ἐξ ἀρχῆς στήσας τοὺς ἀνταγωνιστ[άς], | |
| face b, right.29 | τὸ τρίτον μετὰ πρῶτον κλῆρον στήσας τοὺς |
| 30 | ἀνταγωνιστάς· Ἔφεσον τρίς, Ἁδριάνια, Ὀλύμ- |
| πια, Βαρβίλληα, μετὰ πρῶτον κλῆρον στήσας | |
| τοὺς ἀνταγωνιστάς· Ἐπίδαυρον Ἀσκλήπεια· Ῥόδον | |
| Ἅλεια· Χρυσάνθινα ἐν Σάρδεσιν, καὶ θεματεί- | |
| τας πλείονας, ἐν οἷς Εὐρύκλεια ἐν Λακεδαίμονι | |
| 35 | καὶ Μαντίνιαν καὶ ἄλλους. ἀθλήσας τὰ πάντα ἔτη |
| ἕξ, παυσάμενος τῆς ἀθλήσεως ἐτῶν ὢν κε | |
| διὰ τοὺς συνβάντας μοι κινδύνους καὶ φθό- | |
| νους καὶ μετὰ τὸ παύσασθαι μετὰ πλείονα χρόνον | |
| ἀνανκασθεὶς ἐν τῇ πατρίδι Ἀλεξανδρείᾳ καὶ | |
| 40 | νεικήσας Ὀλύμπια πανκράτιον |
| Ὀλυμπιάδι ἕκτῃ. |