[ ]
Italia — Roma — ca. end 2nd c. AD — IG XIV 1104 — cf. IGUR IV, p. 149, 239
| face a.1 | Δημήτριος |
| ἀρχιερεύς. | |
| face b.1 | [Δη]μήτριον ∙ Ἑρμοπολείτην |
| Ἀλεξανδρέα ∙ πανκρατιαστὴν ∙ περιοδονείκην ❦ | |
| παλαιστὴν ∙ παράδοξον ∙ ἄλειπτον ❦ | |
| τὸν ἀρχιερέα ∙ τοῦ ∙ σύνπαντος ∙ ξυστοῦ | |
| 5 | διὰ βίου ∙ ξυστάρχην ∙ καὶ ∙ ἐπὶ βαλανί- |
| ων ∙ Σεβ(αστοῦ) ∙ τὸν πατέρα ❦ | |
| Μ(άρκος) ∙ Αὐρ(ήλιος) ∙ Ἀσκληπιάδης ∙ ὁ καὶ ∙ Ἑρμόδωρος, | |
| νεωκόρος ∙ τοῦ ∙ μεγάλου ∙ Σαράπιδος, | |
| Ἀλεξανδρεύς ∙ Ἑρμοπολείτης ∙ πανκρα- | |
| 10 | τιαστὴς ∙ περιοδονείκης ∙ ἄλειπτος ❦ |
| ἀσυνέξωστος ∙ ἀνέκκλητος ∙ ξυστάρ- | |
| χης ∙ διὰ βίου ὁ υἱὸς | |
| ὁ ἀρχιερεὺς ∙ τοῦ σύμπαντος ξυστοῦ διὰ βίου ❦ | |
| ξυστάρχης ∙ καὶ ἐπὶ βαλανείων τοῦ Σεβαστοῦ. ❦ |