[ ]
Italia — Roma — 143 AD — IG XIV 1055
| face a, front.1 | [Αὐ]τ̣οκράτορι |
| [Κα]ί̣σαρι ∙ Τίτωι ∙ Αἰλίωι | |
| Ἁδριανῶι | |
| Ἀ̣ντωνείνωι ∙ Σεβαστῶι | |
| 5 | Εὐσεβεῖ |
| Μ(άρκος) ∙ Οὔλπιος | |
| Δομεστικὸς | |
| ὁ ἀρχιερεὺς | |
| τοῦ ∙ σύνπαντος ∙ ξυστοῦ ∙ καὶ | |
| 10 | ἐπὶ ∙ βαλανείων ∙ Σεβαστοῦ. |
| face b, right.1 | ἀγαθῆι ∙ τύχηι |
| Αὐτοκράτωρ ∙ Καῖσαρ ∙ θεοῦ ∙ Ἁδριανοῦ ∙ υἱός, | |
| θεοῦ ∙ Τραιανοῦ ∙ Παρθικοῦ ∙ υἱωνός ∙ θεοῦ ∙ Νέρουα | |
| ἔγγονος ∙ Τίτος ∙ Αἴλιος ∙ Ἁδριανὸς ∙ Ἀντωνεῖνος | |
| 5 | Σεβαστός ∙ ἀρχιερεὺς ∙ μέγιστος ∙ δημαρχικῆς ∙ ἐξουσίας |
| τὸ ∙ ϛ ∙ αὐτοκράτωρ ∙ τὸ ∙ β ∙ ὕπατος ∙ τὸ ∙ γ ∙ πατὴρ ∙ πατρίδος ∙ συνόδῳ | |
| ξυστικῇ ∙ τῶν ∙ περὶ ∙ τὸν ∙ Ἡρακλέα ∙ ἀθλητῶν ∙ ἱερονεικῶν ∙ στεφα- | |
| νειτῶν ∙ χαίρειν· | |
| ἐκέλευσα ∙ ὑμεῖν ∙ ἀποδειχθῆναι ∙ χωρίον ∙ ἐν ∙ ᾧ ∙ καὶ ∙ τὰ ∙ ἱερὰ ∙ κατα- | |
| 10 | θήσεσθε ∙ καὶ ∙ τὰ ∙ γράμματα ∙ πρὸς ∙ αὐταῖς ∙ ταῖς ∙ Θερμαῖς ∙ ταῖς ∙ ὑπὸ |
| τοῦ ∙ θεοῦ ∙ πάππου ∙ μου ∙ γεγενημέναις ∙ ὅπου ∙ καὶ ∙ μάλιστα ∙ τοῖς | |
| Καπιτωλείοις ∙ συνέρχεσθε ∙ εὐτυχεῖτε ∙ ἐπρέσβευεν | |
| Οὔλπιος ∙ Δομεστικὸς ∙ ὁ ἐπὶ βαλανείων ∙ μου. | |
| ἐγράφη ∙ πρὸ ∙ ιζ ∙ καλ(ανδῶν) ∙ Ἰουν(ίων) ∙ ἀπὸ ∙ Ῥώμης ∙ Τορκουάτῳ ∙ καὶ ∙ Ἡρώδῃ ∙ ὑπάτ(οις). |