[ ]
Italia — Roma — 139-143 AD — IG XIV 1054
| face a, front.1 | ἀγαθῇ ∙ τύχῃ |
| Μ(άρκωι) ∙ Αἰλίωι | |
| Αὐρηλίωι ∙ Καίσαρι | |
| Τ(ίτου) ∙ Αἰλίου ∙ Ἁδριανοῦ̣ | |
| 5 | Ἀντωνείνου |
| Σεβαστοῦ ∙ Εὐσεβοῦς ∙ υἱῷ | |
| Μ(άρκος) ∙ Οὔλπιος | |
| Δομεστικὸς | |
| ὁ ἀρχιερεὺς | |
| 10 | τοῦ ∙ σύνπαντος ξυστοῦ ∙ καὶ |
| ἐπὶ βαλανείων Σεβαστῶν. | |
| face b, right.1 | ἀγαθῆι ∙ τύχηι |
| Αὐτοκράτωρ ∙ Καῖσαρ θεοῦ Τραιανοῦ Παρθικοῦ υἱός, | |
| θεοῦ ∙ Νέρουα ∙ υἱωνός, Τραιανὸς ∙ Ἁδριανὸς ∙ Σεβαστός, ἀρχιερεὺς | |
| μέγιστος ∙ δημαρχικῆς ∙ ἐξουσίας ∙ τὸ ∙ ιη ∙ ὕπατος ∙ τὸ ∙ γ ∙ | |
| 5 | πατὴρ ∙ πατρίδος ∙ συνόδῳ ∙ ξυστικῇ ∙ τῶν ∙ περὶ τὸν |
| Ἡρακλέα ∙ ἀθλητῶν ∙ ἱερονεικῶν ∙ στεφανειτῶν ∙ χαίρειν· | |
| καὶ τόπον ἔνθα ∙ βούλεσθε ∙ κελεύσω δοθῆναι ὑμεῖν ∙ καὶ ∙ οἴκημα | |
| ὡς τὰ γράμματα ἀποτίθεσθαι τὰ κοινά· καὶ εἰ τῶν διπλῶν τὴν | |
| μεταποίησιν ∙ ἀνανκαίαν ∙ νομίζετε, τοῦτο ἐφ’ ὑμεῖν ἐστιν. | |
| 10 | ἐπρέσβευεν Οὔλπιος ∙ Δομεστικός ∙ εὐτυχεῖτε. |
| πρὸ ∙ γ ∙ νωνῶν ∙ μαίων ∙ ἀπὸ ∙ Ῥώμης. |