[ ]
Italia — Roma — 212-217 AD? — IG XIV 966
col. I | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
1 | αὐταῖς ∙ ταῖς ∙ ἡμέραις ∙ Γαίῳ τινὶ ∙ τυφλῷ ∙ ἐχρημάτισεν ∙ ἐλθεῖν ∙ ἐπ[ὶ τὸ] ἱε- |
ρὸν ∙ βῆμα ∙ καὶ προσκυνῆσαι ∙ εἶ<τ>α ἀπὸ τοῦ δεξιοῦ ἐλθεῖν ∙ ἐπὶ τὸ ἀριστερὸν | |
καὶ θεῖναι τοὺς ∙ πέντε δακτύλους ἐπάνω τοῦ βήματος ∙ καὶ ἆραι τὴν χεῖ- | |
ρα καὶ ἐπιθεῖναι ἐπὶ τοὺς ∙ ἰδίους ὀφθαλμούς ∙ καὶ ὀρθὸν ἀνέβλεψε τοῦ | |
5 | δήμου παρεστῶτος καὶ συνχαιρομένου, ὅτι ζῶσαι ∙ ἀρεταὶ ἐγένοντο ἐπὶ |
τοῦ Σεβαστοῦ ἡμῶν Ἀντωνείνου. | |
Λουκίῳ πλευρειτικῷ ∙ καὶ ἀφηλπισμένῳ ∙ ὑπὸ παντὸς ἀνθρώπου ἐχρησμάτι- | |
σεν ὁ θεὸς ἐλθεῖν καὶ ἐκ τοῦ τριβώμου ἆραι τέφραν καὶ μετ’ οἴνου ἀνα- | |
φυρᾶσαι καὶ ἐπιθεῖναι ἐπὶ τὸ πλευρόν· καὶ ἐσώθη καὶ δημοσίᾳ ηὐχαρίστησεν | |
10 | τῷ θεῷ καὶ ὁ δῆμος συνεχάρη αὐτῷ. |
αἷμα ἀναφέροντι Ἰουλιανῷ ἀφηλπισμένῳ ὑπὸ παντὸς ἀνθρώπου ἐχρησμά- | |
τισεν ὁ θεὸς ἐλθεῖν καὶ ἐκ τοῦ τριβώμου ἆραι κόκκους στροβίλου καὶ | |
φαγεῖν μετὰ μέλιτος ἐπὶ τρεῖς ἡμέρας· καὶ ἐσώθη καὶ ἐλθὼν δημοσίᾳ | |
ηὐχαρίστησεν ἔμπροσθεν τοῦ δήμου. | |
15 | Οὐαλερίῳ Ἄπρῳ στρατιώτῃ τυφλῷ ἐχρημάτισεν ὁ θεὸς ἐλθεῖν καὶ λαβεῖν αἷμα |
ἐξ ἀλεκτρυῶνος λευκοῦ μετὰ μέλιτος καὶ κολλύριο<ν> συντρῖψαι καὶ ἐπὶ | |
τρεῖς ἡμέρας ἐπιχρεῖσαι ἐπὶ τοὺς ὀφθαλμούς· καὶ ἀνέβλεψεν καὶ ἐλήλυθεν | |
καὶ ηὐχαρίστησεν δημοσίᾳ τῷ θεῷ. | |
col. II.11 | Ἀνν[ίῳ? — —] |
13 | ἐν[— — — — —] |